ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ
Δημοσιεύτηκε: Κυρ Απρ 19, 2015 11:19 am
ΑΚΟΛΟΥΘΙΑ
ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΑΪΣΙΟΥ
ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ
Ψαλλομένη τῇ
12
ῃ
τοῦ
μηνὸς Ἰουλίου
Ποίημα τοῦ
Μητροπολίτου Ἐδέσσης Ἰωήλ
Ἐν τῷ
Μικρῷ
Ἑσπερινῷ
Ἱστῶμεν στίχους δ΄ καὶ
ψάλλομεν τὰ
ἑξῆς Προσόμοια.
Ἦχος δ΄.
Ἔδωκας σημείωσιν.
Ὅσιε Παΐσιε,
Φαράσων δένδρον πολύκαρπον,
τῶν τοκέων σου καύχημα,
Ἄθωνος τὸ
κλέϊσμα,
καὶ
τῆς Ἐκκλησίας,
στύλος ἐγκρατείας,
ἐν τοῖς ἐσχάτοις τοῖς καιροῖς,
σημείοις ὄντως τοῖς θαυμασίοις σου,
ἐφάνης ἀξιάγαστε,
διὸ
πιστῶν τὰ
ἀθροίσματα,
κατὰ
χρέος τὸν βίον σου,
εὐφημοῦμεν τοῖς ᾄσμασιν
.
Ἔχων πρὸς τὸν Κύριον,
ἐξ ἁπαλῶν τῶν ὀνύχων σου,
ἀκατάβλητον ἔρωτα,
πάτερ ἀνεγίνωσκες,
βίους τῶν ἁγίων,
καὶ
ὁσίων πάντων,
καὶ
εὐσεβείας ὁδηγούς,
ἐκλέξας τούτους θεοχαρίτωτε,
συνέμπορος στεῤῥότατος
,
τῆς ἐγκρατείας γεγένησαι,
καὶ
νηστείας Παΐσιε,
τῆς Κονίτσης καλλώπισμα
Μικρὸς Ἑσπερινὸς
Ὁσίου Παϊσίου τοῦ
Ἁγιορείτου
4
Πάτερ ὁσιώτατε,
τοὺς λογισμοὺς ἀπεκήρυξας,
τοῦ
δεινοῦ
πολεμήτορος,
καὶ
ὡς καθαρότατος,
ἐν τῇ
σῇ
καρδίᾳ
,
τοῦ
Χριστοῦ
ἐδέχθης,
τὴν ἀπαστράπτουσαν μορφήν,
τῆς ἀθεΐας διασκεδάζουσαν,
Παΐσιε νοήματα,
καὶ
ὡμολόγεις τοῖς πέρασι,
ἀληθείας τὰ
δόγματα,
καὶ
τὸν πλοῦτον τῆς πίστεως.
Ὅσιε Παΐσιε,
ἐκ παίδων ἔσχες τὴν ἄνωθεν,
τῆς Τριάδος ἐνέργειαν,
διὸ
καὶ
τὸ
χάρισμα,
εἴληφας νηστείας,
καὶ
πρὸς τοὺς ἁγίους,
ἔχων ἀγάπησιν σφοδράν,
τὰ
νηπιώδη πάντα ἀπέῤῥιψας,
κινῶν πρὸς θάμβος ἅπαντας,
τοὺς συγγενεῖς καὶ
οἰκείους σου,
προτυπῶν οὕτως ἅγιε,
τὴν πορείαν τοῦ
βίου σου.
Δόξα.
Ἦχος β΄.
Τοὺς ἀκαμάτους ἀγῶνάς σου,
θεοφόρε Παΐσιε,
ὡς λαμπρὰ
μιμήματα,
καὶ
πρότυπα βίου,
πάντες γινώσκομεν·
κατανικήσας γὰρ τῶν παθῶν,
πάσας τὰς ἐπαναστάσεις,
ἐν τοῖς ἐσχάτοις χρόνοις,
ὡς ἥλιος ἀνίσχες,
ἐν ὄρει τοῦ
Ἄθωνος,
καὶ
ἐν ἄλλοις τόποις,
διαλάμπων τοῖς θαύμασι,
καὶ
διδασκαλίαις·
ὅθεν ταῖς πρεσβείαις σου,
Μικρὸς Ἑσπερινὸς
Ὁσίου Παϊσίου τοῦ
Ἁγιορείτου
5
μὴ
διαλίπῃς,
τοῦ
νοὸς ἡμῶν τὸ
σκότος,
τέλεον διασκεδάζων,
ἵνα εὕρωμεν πάντες,
τὸ
μέγα ἔλεος.
Καὶ
νῦν.
Τὸ
Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου...
Ἀπόστιχα
Ἦχος β΄.
Οἶκος τοῦ
Ἐφραθᾶ
.
Κόνιτσα καὶ
Σινᾶ
,
καὶ
Ἄθωνος τὸ
ὄρος,
Παΐσιε καυχῶνται,
ἐπὶ
τῇ
θείᾳ
μνήμῃ
,
τῇ
σῇ
θεομακάριστε.
Στίχ.
Καυχήσονται ὅσιοι ἐν δόξῃ
,
καὶ
ἀγαλλιάσονται ἐπὶ
τῶν κοιτῶν αὐτῶν.
Τάφον σου τὸν σεπτόν,
Παΐσιε
ἐν πίστει,
τὰ
πλήθη προσκυνοῦσιν,
ἐλπίζοντες λαμβάνειν,
τὴν χάριν σου ἀοίδιμε.
Στίχ.
ᾌσατε τῷ
Κυρίῳ
ᾆσμα καινόν,
ἡ
αἴνεσις αὐτοῦ
ἐν Ἐκκλησίᾳ
ὁσίων.
Πρέσβυν πρὸς τὸν Χριστόν,
γινώσκουσι παμμάκαρ,
Παΐσιε οἱ
πάντες,
διὸ
καὶ
αἰτημάτων,
λαμβάνουσι τὰ
πρόσφορα
Μικρὸς Ἑσπερινὸς
Ὁσίου Παϊσίου τοῦ
Ἁγιορείτου
6
Δόξα.
Τριαδικόν.
Ἔχων ἐν τῇ
ψυχῇ
,
Παΐσιε τὸ
φάος,
Τριάδος τῆς ἁγίας,
λαμπρύνεις τοὺς τιμῶντας,
τὴν κλῆσίν σου πανόλβιε
.
Καὶ
νῦν.
Θεοτοκίον.
Δέσποινα
Μαριάμ,
μὴ
παύσῃ
πρὸς Υἱόν σου,
πρεσβεύουσα ἀπαύστως,
ὑπὲρ τῶν ἀνυμνούντων,
τὸν τόκον σου Θεόνυμφε
.
Νῦν ἀπολύεις, τὸ
τρισάγιον, τὸ
Ἀπολυτίκιον ἐκ τοῦ
Μεγάλου Ἑσπερινοῦ
,
καὶ
Ἀπόλυσις.
Ἐν Τῷ
Μεγάλῳ
Ἑσπερινῷ
Μετὰ
τὸν Προοιμιακόν,
τὸ
Μακάριος ἀνήρ. Εἰς δὲ
τὸ
Κύριε ἐκέκραξα ἱστῶμεν στίχους η΄ καὶ
ψάλλομεν τὰ
ἑξῆς Προσόμοια.
Ἦχος α΄.
Πανεύφημοι μάρτυρες.
Ἐκ παίδων ἠγάπησας σφοδρῶς,
μοναστῶν πολίτευμα,
καὶ
βιοτὴν τὴν μονότροπον,
σεμνὲ
Παΐσιε,
διὸ
καὶ
παρεῖδες,
κοσμικῶν τὰ
θέλγητρα,
καὶ
πάντα τὰ
ἡδέα καὶ
ῥέοντα,
τὸν νοῦν σου ὅσιε,
προσηλώσας πρὸς τὰ
μένοντα,
παραδείσου,
ὡς ἔνσαρκος ἄγγελος.
Ὡς μέλος στρατείας κοσμικῆς,
σεαυτὸν Παΐσιε,
ὑπογραμμὸν τοῖς συνοῦσί σοι,
θεόφρον ἔδωκας,
καὶ
μετὰ
συνήφθης,
μοναστῶν συντάγμασι,
ἀλείπτης γεγονώς,
πρὸς εὐσέβειαν,
πολλῶν τοῖς ῥήμασι,
τοῖς σημείοις καὶ
τοῖς θαύμασι,
οἷς ἐτέλεις,
Χριστοῦ
θείᾳ
χάριτι.
Ἀνῆλθες ἐν ὄρει τοῦ
Σινᾶ
,
καὶ
ὁσίως ἔζησας,
τὸν Μωϋσῆν ἐκμιμούμενος,
καὶ
τὸν συγγράψαντα,
Κλίμακα τὴν θείαν,
ἔνδοξε Παΐσιε,
βιώσας ἐν νηστείαις ὡς ἄσαρκος,
διὸ
καὶ
εἴληφας,
Παρακλήτου τὰ
χαρίσματα,
ὡς οἱ
πάλαι,
Πατέρες καὶ
ἅγιοι.
Μέγας Ἑσπερινὸς
Ὁσίου Παϊσίου τοῦ
Ἁγιορείτου
9
Μονῆς τοῦ
Στομίου ἀδελφός,
ἐν Κονίτσῃ
γέγονας,
καὶ
Ἐσφιγμένου ὁ
δόκιμος,
ὁ
εὐπειθέστατος,
καὶ
τὴν Φιλοθέου,
ὅσιε ἐκλέϊσας,
καὶ
εἶτα ἐν Σινᾷ
ὥσπερ ἄγγελος,
ἀνὴρ κατῴκησας,
προμηθεύων ἱερώτατε,
Βεδουΐνοις,
τοῦ
βίου τὰ
πρόσφορα.
Ἐστήριξας πάτερ διδαχαῖς,
καὶ
ποικίλοις θαύμασι,
ἐν Σουρωτῇ
τὸ
κοινόβιον,
φανεὶς Παΐσιε,
εὐσεβῶν γυναίων,
ὄντως θεοφώτιστος,
ἀλείπτης ὁδηγὸς καὶ
διδάσκαλος,
διὸ
τὸν τάφον σου,
ἡ
μονὴ
διακατέχουσα,
ὥσπερ ὄλβον,
ἀγάλλεται ὅσιε.
Νεότητος ὤφθης φροντιστής,
ἀσκητὰ
Παΐσιε,
τῶν ἀσθενῶν ἡ
βοήθεια,
καὶ
ἀπεξάρτησις,
νέων ἐθισμένων,
ταῖς οὐσίαις ἅγιε,
φυτῶν ναρκωτικῶν τοῦ
ἀλάστορος,
ἀθέων ἴασις,
μαθητῶν ἡ
ἐπιστήριξις,
καὶ
ἁπάντων,
οἰκεῖος καὶ
γνώριμος.
Μέγας Ἑσπερινὸς
Ὁσίου Παϊσίου τοῦ
Ἁγιορείτου
10
Δόξα Πατρί. Ἦχος πλ. β΄.
Τῶν ἀσκητῶν ὁδεύσας τὴν τρίβον,
εὔδρομος γέγονας,
πρὸς ἀρετῶν ἐργασίαν,
θεοφόρε Παΐσιε,
τὸν χοϊκὸν γὰρ ἄνθρωπον
,
ἀπὸ
καρδίας ἀποκηρύξας,
ὁ
νοῦς σου ἐσχόλαζε,
τῇ
ἀδιαλείπτῳ
προσευχῇ
,
καὶ
θεωρίᾳ
φωτὸς τοῦ
ἀκτίστου·
διὸ
καὶ
γευσάμενοι,
τῶν χαρισμάτων σου τὰ
δῶρα,
ὑμνοῦμέν σε ὅσιε,
ἐν εὐφροσύνῃ
λέγοντες,
τὸ
χαίροις τῶν Φαράσων ἔκγονε,
Ἄθωνος τὸ
κλέος,
τῆς Κονίτσης στύλος,
Μοναστῶν ὁ
διδάσκαλος,
καὶ
Σινᾶ
ὁ
οἰκήτωρ,
χαίροις ὁ
περιβληθείς,
στολὴν τῆς ἀπαθείας,
καὶ
οὕτω γενόμενος,
νεότητος ὁδηγός,
πεπτωκότων ἀνόρθωσις,
καὶ
ἐπιστροφὴ
πλανωμένων.
Χαίροις τῶν μοναζόντων ὑπόδειγμα,
τῶν κοσμικῶν ὁ
τύπος,
καὶ
ὀρθοδόξων πιστῶν,
ἀναψυχὴ
καὶ
δρόσος.
Καὶ
νῦν θεοστόλιστε Γέρον,
ἀπαύστως δυσώπει Χριστόν,
τὸν Θεόν,
ὑπὲρ ἡμῶν ἐν κατανύξει τελούντων,
τῆς ἱερᾶς σου μνήμης τὴν ἐπέτειον.
Καὶ
νῦν. Θεοτοκίον.
Τίς μὴ
μακαρίσει σε,
Παναγία Παρθένε,
τίς μὴ
ἀνυμνήσει σου,
τὸν ἀλόχευτον τόκον
Μέγας Ἑσπερινὸς
Ὁσίου Παϊσίου τοῦ
Ἁγιορείτου
11
Ὁ
γὰρ ἀχρόνως ἐκ Πατρός,
ἐκλάμψας Υἱὸς μονογενής,
ὁ
αὐτὸς ἐκ σοῦ
τῆς Ἁγνῆς προῆλθεν,
ἀφράστως σαρκωθείς,
φύσει Θεὸς ὑπάρχων,
καὶ
φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς,
οὐκ εἰς δυάδα προσώπων τεμνόμενος,
ἀλλ' ἐν δυάδι φύσεων,
ἀσυγχύτως γνωριζόμενος.
Αὐτὸν ἱκέτευε, σεμνὴ
Παμμακάριστε,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος,
Φῶς ἱλαρόν,
τὸ
Προκείμενον τῆς ἡμέρας, καὶ
τὰ
ἀναγνώσματα.
Παροιμιῶν τὸ
Ἀνάγνωσμα
(κεφ. 10,7)
Μνήμη δικαίου μετ' ἐγκωμίων, καὶ
εὐλογία Κυρίου ἐπὶ
κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν καὶ
θνητός, ὃς οἶδε σύνεσιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ
χρυσίου καὶ
ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ
τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ
στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ
καὶ
ἔλεον ἐπὶ
γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ
τέκνα, σεμνὰ
γὰρ ἐρῶ. Καὶ
μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ
γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ
ἑτοιμάζεται θέλησις παρὰ
Κυρίου. Διὰ
τοῦτο παρακαλῶ
ὑμᾶς καὶ
προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ
ἡ
σοφία κατεσκεύασα βουλὴν καὶ
γνῶσιν καὶ
ἔννοιαν· ἐγὼ
ἐπεκαλεσάμην. Ἐμὴ
βουλὴ
καὶ
ἀσφάλεια, ἐμὴ
φρόνησις, ἐμὴ
δὲ
ἰσχύς. Ἐγὼ
τοὺς ἐμὲ
φιλοῦντας ἀγαπῶ
,
οἱ
δὲ
ἐμὲ
ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ
δὲ
ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ
πάλιν, σεμνὰ
γὰρ ἐρῶ·
καὶ
ἀνοίγω ἀπὸ
χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ
λάρυγξ μου, ἐβδελυγμένα δὲ
ἐναντίον ἐμοῦ
χείλη ψευδῆ. Μετὰ
δικαιοσύνης πάντα τὰ
ῥήματα τοῦ
στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ
στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ
τοῖς νοοῦσι καὶ
ὀρθὰ
τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ
,
ἵνα γένηται ἐν Κυρίῳ
ἡ
ἐλπὶς ὑμῶν, καὶ
πλησθήσεσθε πνεύματος.
Μέγας Ἑσπερινὸς
Ὁσίου Παϊσίου τοῦ
Ἁγιορείτου
12
Σοφίας Σολομῶντος τὸ
Ἀνάγνωσμα
(Κεφ. 4,7)
Δίκαιος ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ
τὸ
πολυχρόνιον, οὐδὲ
ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολλιὰ
δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ
ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ
γενόμενος ἠγαπήθη· καὶ
ζῶν μεταξὺ
ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ
κακία ἀλλάξῃ
σύνεσιν αὐτοῦ
ἢ
δόλος ἀπατήσῃ
ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ
τὰ
καλά, καὶ
ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ
ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ
γὰρ ἦν Κυρίῳ
ἡ
ψυχὴ
αὐτοῦ·
διὰ
τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ
δὲ
λαοὶ
ἰδόντες καὶ
μὴ
νοήσαντες, μηδὲ
θέντες ἐπὶ
διανοίᾳ
τὸ
τοιοῦτον,
ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ
καὶ
ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ
.
Σοφίας Σολομῶντος τὸ
Ἀνάγνωσμα
(Κεφ. 3,1)
Δικαίων ψυχαὶ
ἐν χειρὶ
Θεοῦ
καὶ
οὐ
μὴ
ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ
ἐλογίσθη κάκωσις ἡ
ἔξοδος αὐτῶν καὶ
ἡ
ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ
δέ εἰσιν ἐν εἰρήνῃ·
καὶ
γὰρ ἐν ὄψει ἀνθρώπων, ἐὰν κολασθῶσιν, ἡ
ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ
ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ
Θεὸς ἐπείρασεν αὐτούς, καὶ
εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ
.
Ὡς χρυσὸν ἐν χωνευτηρίῳ
ἐδοκίμασεν αὐτοὺς καὶ
ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ
ἐν καιρῷ
ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ
ὡς σπινθῆρες ἐν καλάμῃ
διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ
κρατήσουσι λαῶν, καὶ
βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ
πεποιθότες ἐπ' αὐτῷ
συνήσουσιν ἀλήθειαν, καὶ
οἱ
πιστοὶ
ἐν ἀγάπῃ
προσμενοῦσιν αὐτῷ·
ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ
ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ
.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα.
Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ
,
τοῦ
Ἄθωνος πολιτεία,
μοναστῶν καὶ
μιγάδων,
ὅτι ἐν τοῖς ἐσχάτοις χρόνοις,
ὡς ἄνθος ἠρινόν,
ἐκ τοῦ
λειμῶνός σου,
ὁ
ὅσιος Παΐσιος ἐξήνθησεν.
Οὗτος γὰρ ὁ
πανθαύμαστος,
τῶν δακρύων τοῖς χεύμασι,
ὡς καλὸς γηπόνος,
τὴν ψυχὴν αὐτοῦ
γεωργήσας,
Μέγας Ἑσπερινὸς
Ὁσίου Παϊσίου τοῦ
Ἁγιορείτου
13
τῶν ἀρετῶν τὸ
δένδρον,
ἐφυτοκόμησε,
καρποὺς ἐξενέγκας,
τῆς ἀπαθείας καὶ
προοράσεως,
ἰατρὸς τῶν παθῶν,
καὶ
ἰάσεων ἀσθενειῶν,
ψυχῆς τε καὶ
σώματος.
Διὸ
τανῦν,
πρὸς αὐτὸν ἱκετικῶς προστρέχομεν,
καὶ
βοῶμεν ἐν πίστει·
πρέσβευε τῷ
ἐλεήμονι Θεῷ
,
ὑπὲρ ἡμῶν τῶν ἀνυμνούντων,
τὴν βιοτήν σου ἅγιε,
καὶ
τὰ
πολλά σου χαρίσματα.
Ἦχος β΄.
Τῷ
ἰδίῳ
θνῄσκων θελήματι,
ὡς ἄλλος Παῦλος,
τῶν παθῶν ἠλευθερώθης,
καὶ
ἐνεδύθης στολήν,
τὴν φωτοειδῆ
Παρακλήτου,
διὸ
καὶ
ἠξιώθης ὡς βλέπων,
ὁρᾶν τῶν ἀνθρώπων τὰς ἐννοίας,
προγινώσκων τὰ
μέλλοντα,
καὶ
προλαλῶν τὰ
πρόσφορα,
τοῖς προσιοῦσί σοι,
πάτερ Παΐσιε·
ὅθεν καὶ
ἡμεῖς,
πρὸς σὲ
τὰς χεῖρας τείνοντες,
ὡς ἔχων παῤῥησίαν,
ἐξαιτοῦμεν τὰς λιτάς σου,
ὅπως διέλθωμεν,
τοῦ
βίου τὸ
πέλαγος,
καὶ
ἐν λιμένι φθάσωμεν,
τῆς Οὐρανῶν Βασιλείας.
Ἦχος γ΄.
Ὅσιε πάτερ,
καθ' ἑκάστην ἡμέραν,
πληθὺς ἀνθρώπων,
ὡς εἰς κιβωτὸν σωτηρίας,
Μέγας Ἑσπερινὸς
Ὁσίου Παϊσίου τοῦ
Ἁγιορείτου
14
ἐκύκλου τὴν καλύβην σου,
εἷς τὴν σωτηρίαν τῆς ψυχῆς ἐκζητούμενος,
ἕτερος τὴν ἰατρείαν τῶν ἀῤῥωστημάτων,
ἄλλος τῶν λογισμῶν τὴν διευθέτησιν,
ἢ
τῶν ἐπισυμβάντων ἐν τῷ
βίῳ
τὴν λύσιν,
διὸ
καὶ
νυνὶ
τῷ
τάφῳ
σου,
ὁμοίως οἱ
πιστοὶ
προσερχόμενοι,
τὰ
αὐτὰ
αἰτοῦνται,
Γέρον Παΐσιε,
διόπερ εὐχόμεθα ταῦτα,
τυχεῖν τούτους,
ἀειμακάριστε.
Ἦχος δ΄.
Τὴν ἁλμυρὰν τῶν παθῶν ὑπερβὰς θάλασσαν,
καὶ
τῶν πνευμάτων τῆς πονηρίας,
τὴν ὀφρὺν ἐδαφίσας,
ἐγεγόνεις δοχεῖον,
τοῦ
Παρακλήτου Πνεύματος,
ὁσιώτατε Παΐσιε.
Σὺ
γὰρ τὸ
ἔσοπτρον τοῦ
νοός σου καθάρας,
ἑώρακας τὸν θεάνθρωπον Κύριον,
τὴν Πάναγνον Αὐτοῦ
Μητέρα,
Λουκιλιανὸν καὶ
Εὐφημίαν,
τοὺς ἐνδόξους μάρτυρας,
καὶ
τὰ
πρόσωπα ἄλλων ἁγίων,
μεθ' ὧν πρέσβευε τῷ
Κυρίῳ
,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα Πατρί. Ἦχος δ΄.
Τὸν μιμητὴν τοῦ
Χριστοῦ
,
Παΐσιον τὸν ὅσιον,
τὸν ἐν ἁγίῳ
ὄρει βιώσαντα,
ἐγκωμίοις λόγοις ἐπαινέσωμεν,
ταῖς ῥοαῖς γὰρ δακρύων,
τῶν παθῶν τὴν πυράκτωσιν ἔσβεσε,
λαμπρύνων τὴν ψυχήν,
καὶ
καθαίρων τὴν διάνοιαν,
ἀναδειχθεὶς χρυσοειδέστατον,
καὶ
λαμπρότατον σκεῦος τῆς χάριτος,
καὶ
νῦν τῷ
δήμῳ
τῶν ἀσκητῶν συναφθείς,
Μέγας Ἑσπερινὸς
Ὁσίου Παϊσίου τοῦ
Ἁγιορείτου
15
διηνεκῶς πρεσβεύει,
ὑπὲρ τῶν ἐπικαλουμένων,
τὸ
τίμιον αὐτοῦ
ὄνομα.
Καὶ
νῦν. Ὁ
αὐτός. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου,
φύλαττε εὐλογημένη Θεοτόκε,
ἵνα σε δοξάζωμεν,
τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν στίχον. Στιχηρὰ
Προσόμοια.
Ἦχος πλ. α΄.
Χαίροις ἀσκητικῶν.
Χαίροις ὁ
τῶν Φαράσων βλαστός,
Ἁγίου Ὄρους ποταμὸς ὁ
ἀείῤῥοος,
ὁ
φοῖνιξ τῆς εὐσεβείας,
τῆς Σουρωτῆς ὁ
τροφός,
τῶν ἐνασκουμένων τὸ
ὑπόδειγμα,
Σινᾶ
τὸ
καλλώπισμα,
καὶ
Κονίτσης ὁ
κάτοικος,
πάσης Ἑλλάδος,
ὁ
ὑπέρλαμπρος ἥλιος,
ὁ
νεότητος,
φροντιστὴς καὶ
ἐπίκουρος,
ἄνθρωπος ἐπουράνιος,
καὶ
ἔνσαρκος ἄγγελος,
ὁ
ἰατρὸς τῶν νοσούντων,
καὶ
ἀλγουμένων ἀνάπαυσις,
Παΐσιε πάτερ,
Ἐκκλησίας νέον ἄστρον,
τὸ
πολυθαύμαστον.
Στίχ.
Τίμιος ἐναντίον Κυρίου ὁ
θάνατος τοῦ
ὁσίου
αὐτοῦ
.
Χαίροις ὁ
ἐν ἐσχάτοις καιροῖς,
φανεὶς τοῖς πᾶσι,
Μέγας Ἑσπερινὸς
Ὁσίου Παϊσίου τοῦ
Ἁγιορείτου
16
βοηθὸς ἑτοιμότατος,
τῶν παίδων Ἀθωνιάδος,
ὑπογραμμὸς βιοτῆς,
καὶ
τῆς εὐσεβείας κῆρυξ ἄριστος,
πασχόντων τὸ
κούφισμα,
ἀτακτούντων διόρθωσις,
τῶν ἐν ἀνάγκαις,
ταχινὴ
ὑποστήριξις,
τῶν ἐν θλίψεσι,
χαρμονὴ
ἀναφαίρετος,
πλάτος εὐρυχωρότατον,
πιστῶν θεοπρόβλητε,
τῶν ἐν φοβίαις τελούντων,
καὶ
ψυχικαῖς καταστάσεσι,
Παΐσιε πάτερ,
τῶν ὁσίων ἡ
προσθήκη,
καὶ
ἀκροθίνιον.
Στίχ.
Μακάριος ἀνὴρ ὁ
φοβούμενος τὸν Κύριον.
Ἔχων ἐν τοῖς ἐσχάτοις καιροῖς,
τῆς διοράσεως τὸ
χάρισμα ὅσιε,
κατέστης τῶν ἱερέων,
καὶ
εὐσεβούντων πιστῶς,
ἀσκητῶν καὶ
ἄλλων ὁ
διδάσκαλος,
ἐλέγχων γὰρ ἄριστα,
τοῦ
νοὸς τὰ
νοήματα,
τὰ
κεκρυμμένα,
τῆς ψυχῆς ἀῤῥωστήματα,
ἐθεράπευες,
θεοφόρε Παΐσιε,
ὅθεν εἰς πᾶσαν ἔδραμε,
τὴν γῆν τὸ
σὸν ὄνομα,
καὶ
διὰ
τοῦτο ᾐτοῦντο,
τὴν σὴν βοήθειαν ἅπαντες,
καὶ
τὴν θεραπείαν,
τῶν ψυχῶν καὶ
τῶν σωμάτων,
ἀειμακάριστε
Μέγας Ἑσπερινὸς
Ὁσίου Παϊσίου τοῦ
Ἁγιορείτου
17
Δόξα Πατρί. Ἦχος πλ. δ΄.
Ἀσκητικῶς βιώσας,
καὶ
περιγενόμενος,
τῶν ἡδονῶν τοῦ
βίου,
σαρκὸς τῶν ὀρέξεων,
καὶ
πάσης ἡδυπαθείας,
Γέρον Παΐσιε,
ἐπισκέψεις ἐδέχθης,
πλειστάκις τῆς θείας χάριτος,
σὺ
γὰρ ἐν τῷ
κελλίῳ
σου ὤν,
καθ' ὕπαρ ἑώρακας,
Εὐφημίαν τὴν μεγαλομάρτυρα,
καὶ
μετ' αὐτῆς ὡσανεὶ
φίλος πρὸς φίλον,
τὰ
τῆς ἀθλήσεως αὐτῆς,
σεμνοπρεπῶς διελέγου,
μεθ' ἧς μὴ
παύσῃ
ὅσιε,
διηνεκῶς πρεσβεύων,
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Ὁ
αὐτός. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι,
τὰς δεήσεις τῶν δούλων σου,
καὶ
λύτρωσαι ἡμᾶς,
ἀπὸ
πάσης ἀνάγκης καὶ
θλίψεως.
Νῦν ἀπολύεις, τὸ
Τρισάγιον καὶ
τὸ
Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῶν Φαράσων τὸν γόνον,
καὶ
τοῦ
Ἄθωνος κλέϊσμα,
καὶ
τῶν πάλαι ὁσίων,
μιμητὴν καὶ
ἰσότιμον,
Παΐσιον τιμήσωμεν πιστοί,
τὸ
σκεῦος χαρισμάτων τὸ
μεστόν,
ὡς συντρέχοντα ταχέως τοὺς εὐσεβεῖς,
τοὺς πίστει ἀνακράζοντας,
δόξα τῷ
δεδωκότι σοι ἰσχύν,
δόξα τῷ
σὲ
στεφανώσαντι,
δόξα τῷ
ἐνεργοῦντι διὰ
σοῦ
,
πᾶσιν ἰάματα
.
Μέγας Ἑσπερινὸς
Ὁσίου Παϊσίου τοῦ
Ἁγιορείτου
18
Ἕτερον.
Ἦχος γ΄. Θείας πίστεως.
Ὥσπερ ἄγγελος,
φανεὶς ἐν κόσμῳ
,
ἐν τοῖς ἔτεσι,
τοῖς τελευταίοις,
χριστομίμητε Παΐσιε ὅσιε,
ἀσκητικῶς γὰρ βιώσας ἐν Ἄθωνι,
ὡς παμφαέστατος ἥλιος ἔλαμψας,
καὶ
κατηύγασας,
πιστῶν τὰ
πλήθη τῇ
χάριτι,
τοῖς ῥήμασι σημείοις καὶ
τοῖς θαύμασι.
Ἕτερον.
Ἦχος δ΄. Ταχὺ
προκατάλαβε.
Παΐσιε γέγονας,
τῶν ἀσκητῶν ἡ
κρηπίς,
τοῦ
Ἄθωνος κλέϊσμα,
καὶ
Σουρωτῆς ὁ
τροφός,
Κονίτσης τὸ
καύχημα,
σὺ
γὰρ ἐπὶ
τὰ
ἴχνη,
Ἀρσενίου ὁδεύσας,
εἴληφας χαρισμάτων,
τὴν πληθὺν Παρακλήτου,
ἀφθόνως τοῖς σὲ
τιμῶσιν
,
παρέχων τὰ
πρόσφορα.
Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Τὸν πανεύφημον ἄνδρα,
τοῦ
ὄρους Ἄθωνος,
τὸν ἐπ' ἐσχάτων τῶν χρόνων,
καθάπερ φάος λαμπρόν,
τὴν σκοτίαν τῶν πιστῶν διασκεδάσαντα,
καὶ
νοσήματα ψυχῶν,
καὶ
σαρκὸς ἐπιφοράς,
ἰώμενον ὑπὲρ φύσιν,
τῆς προοράσεως λύχνον,
νέον Παΐσιον τιμήσωμεν.
Ἀπόλυσις.
Εἰς τὸν Ὄρθρον
Μετὰ
τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄.
Τὸν τάφον σου Σωτήρ.
Τῇ
χάριτι Χριστοῦ
,
ὡς οἱ
πάλαι Πατέρες,
συνέζησας σεμνέ,
τοῖς ἀλόγοις θηρίοις,
καὶ
φίλος γενόμενος,
πτερωτῶν καὶ
τῶν ὄφεων,
ἐξεπλάγησαν,
οἱ
σὲ
εἰδότες θεόφρον,
καὶ
ἀνύμνησαν,
τὸν Παντοκράτορα Λόγον,
τὸν σὲ
θαυμαστώσαντα.
Θεοτοκίον. Ὅμοιον.
Εἰκόνα τὴν σεπτήν,
φοβερᾶς Προστασίας,
Παΐσιε Μητρός,
τοῦ
Δεσπότου ἐκράτεις,
καὶ
ἔβλεψας ὅσιε,
πρὸς τὰ
ἄνω καὶ
ὤφθη σοι,
ταύτης ἔλλαμψις
,
ἡ
καταυγάζουσα πάντας,
διὸ
πρέσβευε,
διηνεκῶς σὺν Παρθένῳ
,
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Μετὰ
τὴν β΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος γ΄.
Τὴν ὡραιότητα.
Τὸν πολυθαύμαστον,
σεμνὸν Παΐσιον,
τὸν καθαιρέσαντα,
ὀφρὺν τοῦ
δράκοντος,
καὶ
ἡδονὰς τὰς σαρκικάς,
συντρίψαντα τῇ
ἀσκήσει,
Ὄρθρος
Ὁσίου Παϊσίου τοῦ
Ἁγιορείτου
25
Ἄθωνος τὸ
κλέϊσμα,
καὶ
Φαράσων ἐκβλάστημα,
τὸν εὐεργετήσαντα,
πολυτρόπως τοῖς θαύμασι,
τὰ
πλήθη τῶν πιστῶν ὀρθοδόξων,
πάντες τιμήσωμεν ἐνθέως.
Θεοτοκίον. Ὅμοιον.
Τὴν ἀειπάρθενον,
Κυρίαν Δέσποιναν,
τὴν ὡραΐσασαν,
γένος τὸ
βρότειον,
ἔχουσαν ὄντως τὴν μορφήν,
Παΐσιε γλυκυτάτην,
ὅσιε ἑώρακας,
ἐν ζωῇ
ἐν τῷ
Ἄθωνι,
ὡς καὶ
προσεκύνησας,
ταύτην ἄνερ πανόλβιε,
διὸ
καὶ
σὺν αὐτῇ
μὴ
ὀκνήσῃ
,
πάτερ ὑπὲρ ἡμῶν πρεσβεύων.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ
Λόγον.
Τῆς νεότητος ὤφθης παιδαγωγός,
καὶ
ἀκέστωρ ἀνθρώπων ναρκομανῶν,
τοῖς σχοῦσι δυσίατα,
πορνικὰ
ἁμαρτήματα,
ταῖς σαῖς εὐχαῖς ἐφάνης,
θεράπων πανάριστος,
καὶ
τῶν ἀναζητούντων,
ὁδὸν τὴν σωτήριον,
πάτερ ἐπεγνώσθης,
ἀκριβὴς ποδηγέτης,
καὶ
πάντων Παΐσιε,
βακτηρία γεγένησαι,
ἀσκητὰ
θεοφώτιστε,
διὸ
ἐν Σουρωτῇ
οἱ
πιστοί,
τὸν σὸν τάφον,
προσκυνοῦντες χαίρουσι
ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΑΪΣΙΟΥ
ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ
Ψαλλομένη τῇ
12
ῃ
τοῦ
μηνὸς Ἰουλίου
Ποίημα τοῦ
Μητροπολίτου Ἐδέσσης Ἰωήλ
Ἐν τῷ
Μικρῷ
Ἑσπερινῷ
Ἱστῶμεν στίχους δ΄ καὶ
ψάλλομεν τὰ
ἑξῆς Προσόμοια.
Ἦχος δ΄.
Ἔδωκας σημείωσιν.
Ὅσιε Παΐσιε,
Φαράσων δένδρον πολύκαρπον,
τῶν τοκέων σου καύχημα,
Ἄθωνος τὸ
κλέϊσμα,
καὶ
τῆς Ἐκκλησίας,
στύλος ἐγκρατείας,
ἐν τοῖς ἐσχάτοις τοῖς καιροῖς,
σημείοις ὄντως τοῖς θαυμασίοις σου,
ἐφάνης ἀξιάγαστε,
διὸ
πιστῶν τὰ
ἀθροίσματα,
κατὰ
χρέος τὸν βίον σου,
εὐφημοῦμεν τοῖς ᾄσμασιν
.
Ἔχων πρὸς τὸν Κύριον,
ἐξ ἁπαλῶν τῶν ὀνύχων σου,
ἀκατάβλητον ἔρωτα,
πάτερ ἀνεγίνωσκες,
βίους τῶν ἁγίων,
καὶ
ὁσίων πάντων,
καὶ
εὐσεβείας ὁδηγούς,
ἐκλέξας τούτους θεοχαρίτωτε,
συνέμπορος στεῤῥότατος
,
τῆς ἐγκρατείας γεγένησαι,
καὶ
νηστείας Παΐσιε,
τῆς Κονίτσης καλλώπισμα
Μικρὸς Ἑσπερινὸς
Ὁσίου Παϊσίου τοῦ
Ἁγιορείτου
4
Πάτερ ὁσιώτατε,
τοὺς λογισμοὺς ἀπεκήρυξας,
τοῦ
δεινοῦ
πολεμήτορος,
καὶ
ὡς καθαρότατος,
ἐν τῇ
σῇ
καρδίᾳ
,
τοῦ
Χριστοῦ
ἐδέχθης,
τὴν ἀπαστράπτουσαν μορφήν,
τῆς ἀθεΐας διασκεδάζουσαν,
Παΐσιε νοήματα,
καὶ
ὡμολόγεις τοῖς πέρασι,
ἀληθείας τὰ
δόγματα,
καὶ
τὸν πλοῦτον τῆς πίστεως.
Ὅσιε Παΐσιε,
ἐκ παίδων ἔσχες τὴν ἄνωθεν,
τῆς Τριάδος ἐνέργειαν,
διὸ
καὶ
τὸ
χάρισμα,
εἴληφας νηστείας,
καὶ
πρὸς τοὺς ἁγίους,
ἔχων ἀγάπησιν σφοδράν,
τὰ
νηπιώδη πάντα ἀπέῤῥιψας,
κινῶν πρὸς θάμβος ἅπαντας,
τοὺς συγγενεῖς καὶ
οἰκείους σου,
προτυπῶν οὕτως ἅγιε,
τὴν πορείαν τοῦ
βίου σου.
Δόξα.
Ἦχος β΄.
Τοὺς ἀκαμάτους ἀγῶνάς σου,
θεοφόρε Παΐσιε,
ὡς λαμπρὰ
μιμήματα,
καὶ
πρότυπα βίου,
πάντες γινώσκομεν·
κατανικήσας γὰρ τῶν παθῶν,
πάσας τὰς ἐπαναστάσεις,
ἐν τοῖς ἐσχάτοις χρόνοις,
ὡς ἥλιος ἀνίσχες,
ἐν ὄρει τοῦ
Ἄθωνος,
καὶ
ἐν ἄλλοις τόποις,
διαλάμπων τοῖς θαύμασι,
καὶ
διδασκαλίαις·
ὅθεν ταῖς πρεσβείαις σου,
Μικρὸς Ἑσπερινὸς
Ὁσίου Παϊσίου τοῦ
Ἁγιορείτου
5
μὴ
διαλίπῃς,
τοῦ
νοὸς ἡμῶν τὸ
σκότος,
τέλεον διασκεδάζων,
ἵνα εὕρωμεν πάντες,
τὸ
μέγα ἔλεος.
Καὶ
νῦν.
Τὸ
Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου...
Ἀπόστιχα
Ἦχος β΄.
Οἶκος τοῦ
Ἐφραθᾶ
.
Κόνιτσα καὶ
Σινᾶ
,
καὶ
Ἄθωνος τὸ
ὄρος,
Παΐσιε καυχῶνται,
ἐπὶ
τῇ
θείᾳ
μνήμῃ
,
τῇ
σῇ
θεομακάριστε.
Στίχ.
Καυχήσονται ὅσιοι ἐν δόξῃ
,
καὶ
ἀγαλλιάσονται ἐπὶ
τῶν κοιτῶν αὐτῶν.
Τάφον σου τὸν σεπτόν,
Παΐσιε
ἐν πίστει,
τὰ
πλήθη προσκυνοῦσιν,
ἐλπίζοντες λαμβάνειν,
τὴν χάριν σου ἀοίδιμε.
Στίχ.
ᾌσατε τῷ
Κυρίῳ
ᾆσμα καινόν,
ἡ
αἴνεσις αὐτοῦ
ἐν Ἐκκλησίᾳ
ὁσίων.
Πρέσβυν πρὸς τὸν Χριστόν,
γινώσκουσι παμμάκαρ,
Παΐσιε οἱ
πάντες,
διὸ
καὶ
αἰτημάτων,
λαμβάνουσι τὰ
πρόσφορα
Μικρὸς Ἑσπερινὸς
Ὁσίου Παϊσίου τοῦ
Ἁγιορείτου
6
Δόξα.
Τριαδικόν.
Ἔχων ἐν τῇ
ψυχῇ
,
Παΐσιε τὸ
φάος,
Τριάδος τῆς ἁγίας,
λαμπρύνεις τοὺς τιμῶντας,
τὴν κλῆσίν σου πανόλβιε
.
Καὶ
νῦν.
Θεοτοκίον.
Δέσποινα
Μαριάμ,
μὴ
παύσῃ
πρὸς Υἱόν σου,
πρεσβεύουσα ἀπαύστως,
ὑπὲρ τῶν ἀνυμνούντων,
τὸν τόκον σου Θεόνυμφε
.
Νῦν ἀπολύεις, τὸ
τρισάγιον, τὸ
Ἀπολυτίκιον ἐκ τοῦ
Μεγάλου Ἑσπερινοῦ
,
καὶ
Ἀπόλυσις.
Ἐν Τῷ
Μεγάλῳ
Ἑσπερινῷ
Μετὰ
τὸν Προοιμιακόν,
τὸ
Μακάριος ἀνήρ. Εἰς δὲ
τὸ
Κύριε ἐκέκραξα ἱστῶμεν στίχους η΄ καὶ
ψάλλομεν τὰ
ἑξῆς Προσόμοια.
Ἦχος α΄.
Πανεύφημοι μάρτυρες.
Ἐκ παίδων ἠγάπησας σφοδρῶς,
μοναστῶν πολίτευμα,
καὶ
βιοτὴν τὴν μονότροπον,
σεμνὲ
Παΐσιε,
διὸ
καὶ
παρεῖδες,
κοσμικῶν τὰ
θέλγητρα,
καὶ
πάντα τὰ
ἡδέα καὶ
ῥέοντα,
τὸν νοῦν σου ὅσιε,
προσηλώσας πρὸς τὰ
μένοντα,
παραδείσου,
ὡς ἔνσαρκος ἄγγελος.
Ὡς μέλος στρατείας κοσμικῆς,
σεαυτὸν Παΐσιε,
ὑπογραμμὸν τοῖς συνοῦσί σοι,
θεόφρον ἔδωκας,
καὶ
μετὰ
συνήφθης,
μοναστῶν συντάγμασι,
ἀλείπτης γεγονώς,
πρὸς εὐσέβειαν,
πολλῶν τοῖς ῥήμασι,
τοῖς σημείοις καὶ
τοῖς θαύμασι,
οἷς ἐτέλεις,
Χριστοῦ
θείᾳ
χάριτι.
Ἀνῆλθες ἐν ὄρει τοῦ
Σινᾶ
,
καὶ
ὁσίως ἔζησας,
τὸν Μωϋσῆν ἐκμιμούμενος,
καὶ
τὸν συγγράψαντα,
Κλίμακα τὴν θείαν,
ἔνδοξε Παΐσιε,
βιώσας ἐν νηστείαις ὡς ἄσαρκος,
διὸ
καὶ
εἴληφας,
Παρακλήτου τὰ
χαρίσματα,
ὡς οἱ
πάλαι,
Πατέρες καὶ
ἅγιοι.
Μέγας Ἑσπερινὸς
Ὁσίου Παϊσίου τοῦ
Ἁγιορείτου
9
Μονῆς τοῦ
Στομίου ἀδελφός,
ἐν Κονίτσῃ
γέγονας,
καὶ
Ἐσφιγμένου ὁ
δόκιμος,
ὁ
εὐπειθέστατος,
καὶ
τὴν Φιλοθέου,
ὅσιε ἐκλέϊσας,
καὶ
εἶτα ἐν Σινᾷ
ὥσπερ ἄγγελος,
ἀνὴρ κατῴκησας,
προμηθεύων ἱερώτατε,
Βεδουΐνοις,
τοῦ
βίου τὰ
πρόσφορα.
Ἐστήριξας πάτερ διδαχαῖς,
καὶ
ποικίλοις θαύμασι,
ἐν Σουρωτῇ
τὸ
κοινόβιον,
φανεὶς Παΐσιε,
εὐσεβῶν γυναίων,
ὄντως θεοφώτιστος,
ἀλείπτης ὁδηγὸς καὶ
διδάσκαλος,
διὸ
τὸν τάφον σου,
ἡ
μονὴ
διακατέχουσα,
ὥσπερ ὄλβον,
ἀγάλλεται ὅσιε.
Νεότητος ὤφθης φροντιστής,
ἀσκητὰ
Παΐσιε,
τῶν ἀσθενῶν ἡ
βοήθεια,
καὶ
ἀπεξάρτησις,
νέων ἐθισμένων,
ταῖς οὐσίαις ἅγιε,
φυτῶν ναρκωτικῶν τοῦ
ἀλάστορος,
ἀθέων ἴασις,
μαθητῶν ἡ
ἐπιστήριξις,
καὶ
ἁπάντων,
οἰκεῖος καὶ
γνώριμος.
Μέγας Ἑσπερινὸς
Ὁσίου Παϊσίου τοῦ
Ἁγιορείτου
10
Δόξα Πατρί. Ἦχος πλ. β΄.
Τῶν ἀσκητῶν ὁδεύσας τὴν τρίβον,
εὔδρομος γέγονας,
πρὸς ἀρετῶν ἐργασίαν,
θεοφόρε Παΐσιε,
τὸν χοϊκὸν γὰρ ἄνθρωπον
,
ἀπὸ
καρδίας ἀποκηρύξας,
ὁ
νοῦς σου ἐσχόλαζε,
τῇ
ἀδιαλείπτῳ
προσευχῇ
,
καὶ
θεωρίᾳ
φωτὸς τοῦ
ἀκτίστου·
διὸ
καὶ
γευσάμενοι,
τῶν χαρισμάτων σου τὰ
δῶρα,
ὑμνοῦμέν σε ὅσιε,
ἐν εὐφροσύνῃ
λέγοντες,
τὸ
χαίροις τῶν Φαράσων ἔκγονε,
Ἄθωνος τὸ
κλέος,
τῆς Κονίτσης στύλος,
Μοναστῶν ὁ
διδάσκαλος,
καὶ
Σινᾶ
ὁ
οἰκήτωρ,
χαίροις ὁ
περιβληθείς,
στολὴν τῆς ἀπαθείας,
καὶ
οὕτω γενόμενος,
νεότητος ὁδηγός,
πεπτωκότων ἀνόρθωσις,
καὶ
ἐπιστροφὴ
πλανωμένων.
Χαίροις τῶν μοναζόντων ὑπόδειγμα,
τῶν κοσμικῶν ὁ
τύπος,
καὶ
ὀρθοδόξων πιστῶν,
ἀναψυχὴ
καὶ
δρόσος.
Καὶ
νῦν θεοστόλιστε Γέρον,
ἀπαύστως δυσώπει Χριστόν,
τὸν Θεόν,
ὑπὲρ ἡμῶν ἐν κατανύξει τελούντων,
τῆς ἱερᾶς σου μνήμης τὴν ἐπέτειον.
Καὶ
νῦν. Θεοτοκίον.
Τίς μὴ
μακαρίσει σε,
Παναγία Παρθένε,
τίς μὴ
ἀνυμνήσει σου,
τὸν ἀλόχευτον τόκον
Μέγας Ἑσπερινὸς
Ὁσίου Παϊσίου τοῦ
Ἁγιορείτου
11
Ὁ
γὰρ ἀχρόνως ἐκ Πατρός,
ἐκλάμψας Υἱὸς μονογενής,
ὁ
αὐτὸς ἐκ σοῦ
τῆς Ἁγνῆς προῆλθεν,
ἀφράστως σαρκωθείς,
φύσει Θεὸς ὑπάρχων,
καὶ
φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς,
οὐκ εἰς δυάδα προσώπων τεμνόμενος,
ἀλλ' ἐν δυάδι φύσεων,
ἀσυγχύτως γνωριζόμενος.
Αὐτὸν ἱκέτευε, σεμνὴ
Παμμακάριστε,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος,
Φῶς ἱλαρόν,
τὸ
Προκείμενον τῆς ἡμέρας, καὶ
τὰ
ἀναγνώσματα.
Παροιμιῶν τὸ
Ἀνάγνωσμα
(κεφ. 10,7)
Μνήμη δικαίου μετ' ἐγκωμίων, καὶ
εὐλογία Κυρίου ἐπὶ
κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν καὶ
θνητός, ὃς οἶδε σύνεσιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ
χρυσίου καὶ
ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ
τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ
στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ
καὶ
ἔλεον ἐπὶ
γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ
τέκνα, σεμνὰ
γὰρ ἐρῶ. Καὶ
μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ
γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ
ἑτοιμάζεται θέλησις παρὰ
Κυρίου. Διὰ
τοῦτο παρακαλῶ
ὑμᾶς καὶ
προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ
ἡ
σοφία κατεσκεύασα βουλὴν καὶ
γνῶσιν καὶ
ἔννοιαν· ἐγὼ
ἐπεκαλεσάμην. Ἐμὴ
βουλὴ
καὶ
ἀσφάλεια, ἐμὴ
φρόνησις, ἐμὴ
δὲ
ἰσχύς. Ἐγὼ
τοὺς ἐμὲ
φιλοῦντας ἀγαπῶ
,
οἱ
δὲ
ἐμὲ
ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ
δὲ
ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ
πάλιν, σεμνὰ
γὰρ ἐρῶ·
καὶ
ἀνοίγω ἀπὸ
χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ
λάρυγξ μου, ἐβδελυγμένα δὲ
ἐναντίον ἐμοῦ
χείλη ψευδῆ. Μετὰ
δικαιοσύνης πάντα τὰ
ῥήματα τοῦ
στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ
στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ
τοῖς νοοῦσι καὶ
ὀρθὰ
τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ
,
ἵνα γένηται ἐν Κυρίῳ
ἡ
ἐλπὶς ὑμῶν, καὶ
πλησθήσεσθε πνεύματος.
Μέγας Ἑσπερινὸς
Ὁσίου Παϊσίου τοῦ
Ἁγιορείτου
12
Σοφίας Σολομῶντος τὸ
Ἀνάγνωσμα
(Κεφ. 4,7)
Δίκαιος ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ
τὸ
πολυχρόνιον, οὐδὲ
ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολλιὰ
δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ
ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ
γενόμενος ἠγαπήθη· καὶ
ζῶν μεταξὺ
ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ
κακία ἀλλάξῃ
σύνεσιν αὐτοῦ
ἢ
δόλος ἀπατήσῃ
ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ
τὰ
καλά, καὶ
ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ
ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ
γὰρ ἦν Κυρίῳ
ἡ
ψυχὴ
αὐτοῦ·
διὰ
τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ
δὲ
λαοὶ
ἰδόντες καὶ
μὴ
νοήσαντες, μηδὲ
θέντες ἐπὶ
διανοίᾳ
τὸ
τοιοῦτον,
ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ
καὶ
ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ
.
Σοφίας Σολομῶντος τὸ
Ἀνάγνωσμα
(Κεφ. 3,1)
Δικαίων ψυχαὶ
ἐν χειρὶ
Θεοῦ
καὶ
οὐ
μὴ
ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ
ἐλογίσθη κάκωσις ἡ
ἔξοδος αὐτῶν καὶ
ἡ
ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ
δέ εἰσιν ἐν εἰρήνῃ·
καὶ
γὰρ ἐν ὄψει ἀνθρώπων, ἐὰν κολασθῶσιν, ἡ
ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ
ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ
Θεὸς ἐπείρασεν αὐτούς, καὶ
εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ
.
Ὡς χρυσὸν ἐν χωνευτηρίῳ
ἐδοκίμασεν αὐτοὺς καὶ
ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ
ἐν καιρῷ
ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ
ὡς σπινθῆρες ἐν καλάμῃ
διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ
κρατήσουσι λαῶν, καὶ
βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ
πεποιθότες ἐπ' αὐτῷ
συνήσουσιν ἀλήθειαν, καὶ
οἱ
πιστοὶ
ἐν ἀγάπῃ
προσμενοῦσιν αὐτῷ·
ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ
ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ
.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα.
Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ
,
τοῦ
Ἄθωνος πολιτεία,
μοναστῶν καὶ
μιγάδων,
ὅτι ἐν τοῖς ἐσχάτοις χρόνοις,
ὡς ἄνθος ἠρινόν,
ἐκ τοῦ
λειμῶνός σου,
ὁ
ὅσιος Παΐσιος ἐξήνθησεν.
Οὗτος γὰρ ὁ
πανθαύμαστος,
τῶν δακρύων τοῖς χεύμασι,
ὡς καλὸς γηπόνος,
τὴν ψυχὴν αὐτοῦ
γεωργήσας,
Μέγας Ἑσπερινὸς
Ὁσίου Παϊσίου τοῦ
Ἁγιορείτου
13
τῶν ἀρετῶν τὸ
δένδρον,
ἐφυτοκόμησε,
καρποὺς ἐξενέγκας,
τῆς ἀπαθείας καὶ
προοράσεως,
ἰατρὸς τῶν παθῶν,
καὶ
ἰάσεων ἀσθενειῶν,
ψυχῆς τε καὶ
σώματος.
Διὸ
τανῦν,
πρὸς αὐτὸν ἱκετικῶς προστρέχομεν,
καὶ
βοῶμεν ἐν πίστει·
πρέσβευε τῷ
ἐλεήμονι Θεῷ
,
ὑπὲρ ἡμῶν τῶν ἀνυμνούντων,
τὴν βιοτήν σου ἅγιε,
καὶ
τὰ
πολλά σου χαρίσματα.
Ἦχος β΄.
Τῷ
ἰδίῳ
θνῄσκων θελήματι,
ὡς ἄλλος Παῦλος,
τῶν παθῶν ἠλευθερώθης,
καὶ
ἐνεδύθης στολήν,
τὴν φωτοειδῆ
Παρακλήτου,
διὸ
καὶ
ἠξιώθης ὡς βλέπων,
ὁρᾶν τῶν ἀνθρώπων τὰς ἐννοίας,
προγινώσκων τὰ
μέλλοντα,
καὶ
προλαλῶν τὰ
πρόσφορα,
τοῖς προσιοῦσί σοι,
πάτερ Παΐσιε·
ὅθεν καὶ
ἡμεῖς,
πρὸς σὲ
τὰς χεῖρας τείνοντες,
ὡς ἔχων παῤῥησίαν,
ἐξαιτοῦμεν τὰς λιτάς σου,
ὅπως διέλθωμεν,
τοῦ
βίου τὸ
πέλαγος,
καὶ
ἐν λιμένι φθάσωμεν,
τῆς Οὐρανῶν Βασιλείας.
Ἦχος γ΄.
Ὅσιε πάτερ,
καθ' ἑκάστην ἡμέραν,
πληθὺς ἀνθρώπων,
ὡς εἰς κιβωτὸν σωτηρίας,
Μέγας Ἑσπερινὸς
Ὁσίου Παϊσίου τοῦ
Ἁγιορείτου
14
ἐκύκλου τὴν καλύβην σου,
εἷς τὴν σωτηρίαν τῆς ψυχῆς ἐκζητούμενος,
ἕτερος τὴν ἰατρείαν τῶν ἀῤῥωστημάτων,
ἄλλος τῶν λογισμῶν τὴν διευθέτησιν,
ἢ
τῶν ἐπισυμβάντων ἐν τῷ
βίῳ
τὴν λύσιν,
διὸ
καὶ
νυνὶ
τῷ
τάφῳ
σου,
ὁμοίως οἱ
πιστοὶ
προσερχόμενοι,
τὰ
αὐτὰ
αἰτοῦνται,
Γέρον Παΐσιε,
διόπερ εὐχόμεθα ταῦτα,
τυχεῖν τούτους,
ἀειμακάριστε.
Ἦχος δ΄.
Τὴν ἁλμυρὰν τῶν παθῶν ὑπερβὰς θάλασσαν,
καὶ
τῶν πνευμάτων τῆς πονηρίας,
τὴν ὀφρὺν ἐδαφίσας,
ἐγεγόνεις δοχεῖον,
τοῦ
Παρακλήτου Πνεύματος,
ὁσιώτατε Παΐσιε.
Σὺ
γὰρ τὸ
ἔσοπτρον τοῦ
νοός σου καθάρας,
ἑώρακας τὸν θεάνθρωπον Κύριον,
τὴν Πάναγνον Αὐτοῦ
Μητέρα,
Λουκιλιανὸν καὶ
Εὐφημίαν,
τοὺς ἐνδόξους μάρτυρας,
καὶ
τὰ
πρόσωπα ἄλλων ἁγίων,
μεθ' ὧν πρέσβευε τῷ
Κυρίῳ
,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα Πατρί. Ἦχος δ΄.
Τὸν μιμητὴν τοῦ
Χριστοῦ
,
Παΐσιον τὸν ὅσιον,
τὸν ἐν ἁγίῳ
ὄρει βιώσαντα,
ἐγκωμίοις λόγοις ἐπαινέσωμεν,
ταῖς ῥοαῖς γὰρ δακρύων,
τῶν παθῶν τὴν πυράκτωσιν ἔσβεσε,
λαμπρύνων τὴν ψυχήν,
καὶ
καθαίρων τὴν διάνοιαν,
ἀναδειχθεὶς χρυσοειδέστατον,
καὶ
λαμπρότατον σκεῦος τῆς χάριτος,
καὶ
νῦν τῷ
δήμῳ
τῶν ἀσκητῶν συναφθείς,
Μέγας Ἑσπερινὸς
Ὁσίου Παϊσίου τοῦ
Ἁγιορείτου
15
διηνεκῶς πρεσβεύει,
ὑπὲρ τῶν ἐπικαλουμένων,
τὸ
τίμιον αὐτοῦ
ὄνομα.
Καὶ
νῦν. Ὁ
αὐτός. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου,
φύλαττε εὐλογημένη Θεοτόκε,
ἵνα σε δοξάζωμεν,
τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν στίχον. Στιχηρὰ
Προσόμοια.
Ἦχος πλ. α΄.
Χαίροις ἀσκητικῶν.
Χαίροις ὁ
τῶν Φαράσων βλαστός,
Ἁγίου Ὄρους ποταμὸς ὁ
ἀείῤῥοος,
ὁ
φοῖνιξ τῆς εὐσεβείας,
τῆς Σουρωτῆς ὁ
τροφός,
τῶν ἐνασκουμένων τὸ
ὑπόδειγμα,
Σινᾶ
τὸ
καλλώπισμα,
καὶ
Κονίτσης ὁ
κάτοικος,
πάσης Ἑλλάδος,
ὁ
ὑπέρλαμπρος ἥλιος,
ὁ
νεότητος,
φροντιστὴς καὶ
ἐπίκουρος,
ἄνθρωπος ἐπουράνιος,
καὶ
ἔνσαρκος ἄγγελος,
ὁ
ἰατρὸς τῶν νοσούντων,
καὶ
ἀλγουμένων ἀνάπαυσις,
Παΐσιε πάτερ,
Ἐκκλησίας νέον ἄστρον,
τὸ
πολυθαύμαστον.
Στίχ.
Τίμιος ἐναντίον Κυρίου ὁ
θάνατος τοῦ
ὁσίου
αὐτοῦ
.
Χαίροις ὁ
ἐν ἐσχάτοις καιροῖς,
φανεὶς τοῖς πᾶσι,
Μέγας Ἑσπερινὸς
Ὁσίου Παϊσίου τοῦ
Ἁγιορείτου
16
βοηθὸς ἑτοιμότατος,
τῶν παίδων Ἀθωνιάδος,
ὑπογραμμὸς βιοτῆς,
καὶ
τῆς εὐσεβείας κῆρυξ ἄριστος,
πασχόντων τὸ
κούφισμα,
ἀτακτούντων διόρθωσις,
τῶν ἐν ἀνάγκαις,
ταχινὴ
ὑποστήριξις,
τῶν ἐν θλίψεσι,
χαρμονὴ
ἀναφαίρετος,
πλάτος εὐρυχωρότατον,
πιστῶν θεοπρόβλητε,
τῶν ἐν φοβίαις τελούντων,
καὶ
ψυχικαῖς καταστάσεσι,
Παΐσιε πάτερ,
τῶν ὁσίων ἡ
προσθήκη,
καὶ
ἀκροθίνιον.
Στίχ.
Μακάριος ἀνὴρ ὁ
φοβούμενος τὸν Κύριον.
Ἔχων ἐν τοῖς ἐσχάτοις καιροῖς,
τῆς διοράσεως τὸ
χάρισμα ὅσιε,
κατέστης τῶν ἱερέων,
καὶ
εὐσεβούντων πιστῶς,
ἀσκητῶν καὶ
ἄλλων ὁ
διδάσκαλος,
ἐλέγχων γὰρ ἄριστα,
τοῦ
νοὸς τὰ
νοήματα,
τὰ
κεκρυμμένα,
τῆς ψυχῆς ἀῤῥωστήματα,
ἐθεράπευες,
θεοφόρε Παΐσιε,
ὅθεν εἰς πᾶσαν ἔδραμε,
τὴν γῆν τὸ
σὸν ὄνομα,
καὶ
διὰ
τοῦτο ᾐτοῦντο,
τὴν σὴν βοήθειαν ἅπαντες,
καὶ
τὴν θεραπείαν,
τῶν ψυχῶν καὶ
τῶν σωμάτων,
ἀειμακάριστε
Μέγας Ἑσπερινὸς
Ὁσίου Παϊσίου τοῦ
Ἁγιορείτου
17
Δόξα Πατρί. Ἦχος πλ. δ΄.
Ἀσκητικῶς βιώσας,
καὶ
περιγενόμενος,
τῶν ἡδονῶν τοῦ
βίου,
σαρκὸς τῶν ὀρέξεων,
καὶ
πάσης ἡδυπαθείας,
Γέρον Παΐσιε,
ἐπισκέψεις ἐδέχθης,
πλειστάκις τῆς θείας χάριτος,
σὺ
γὰρ ἐν τῷ
κελλίῳ
σου ὤν,
καθ' ὕπαρ ἑώρακας,
Εὐφημίαν τὴν μεγαλομάρτυρα,
καὶ
μετ' αὐτῆς ὡσανεὶ
φίλος πρὸς φίλον,
τὰ
τῆς ἀθλήσεως αὐτῆς,
σεμνοπρεπῶς διελέγου,
μεθ' ἧς μὴ
παύσῃ
ὅσιε,
διηνεκῶς πρεσβεύων,
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Ὁ
αὐτός. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι,
τὰς δεήσεις τῶν δούλων σου,
καὶ
λύτρωσαι ἡμᾶς,
ἀπὸ
πάσης ἀνάγκης καὶ
θλίψεως.
Νῦν ἀπολύεις, τὸ
Τρισάγιον καὶ
τὸ
Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῶν Φαράσων τὸν γόνον,
καὶ
τοῦ
Ἄθωνος κλέϊσμα,
καὶ
τῶν πάλαι ὁσίων,
μιμητὴν καὶ
ἰσότιμον,
Παΐσιον τιμήσωμεν πιστοί,
τὸ
σκεῦος χαρισμάτων τὸ
μεστόν,
ὡς συντρέχοντα ταχέως τοὺς εὐσεβεῖς,
τοὺς πίστει ἀνακράζοντας,
δόξα τῷ
δεδωκότι σοι ἰσχύν,
δόξα τῷ
σὲ
στεφανώσαντι,
δόξα τῷ
ἐνεργοῦντι διὰ
σοῦ
,
πᾶσιν ἰάματα
.
Μέγας Ἑσπερινὸς
Ὁσίου Παϊσίου τοῦ
Ἁγιορείτου
18
Ἕτερον.
Ἦχος γ΄. Θείας πίστεως.
Ὥσπερ ἄγγελος,
φανεὶς ἐν κόσμῳ
,
ἐν τοῖς ἔτεσι,
τοῖς τελευταίοις,
χριστομίμητε Παΐσιε ὅσιε,
ἀσκητικῶς γὰρ βιώσας ἐν Ἄθωνι,
ὡς παμφαέστατος ἥλιος ἔλαμψας,
καὶ
κατηύγασας,
πιστῶν τὰ
πλήθη τῇ
χάριτι,
τοῖς ῥήμασι σημείοις καὶ
τοῖς θαύμασι.
Ἕτερον.
Ἦχος δ΄. Ταχὺ
προκατάλαβε.
Παΐσιε γέγονας,
τῶν ἀσκητῶν ἡ
κρηπίς,
τοῦ
Ἄθωνος κλέϊσμα,
καὶ
Σουρωτῆς ὁ
τροφός,
Κονίτσης τὸ
καύχημα,
σὺ
γὰρ ἐπὶ
τὰ
ἴχνη,
Ἀρσενίου ὁδεύσας,
εἴληφας χαρισμάτων,
τὴν πληθὺν Παρακλήτου,
ἀφθόνως τοῖς σὲ
τιμῶσιν
,
παρέχων τὰ
πρόσφορα.
Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Τὸν πανεύφημον ἄνδρα,
τοῦ
ὄρους Ἄθωνος,
τὸν ἐπ' ἐσχάτων τῶν χρόνων,
καθάπερ φάος λαμπρόν,
τὴν σκοτίαν τῶν πιστῶν διασκεδάσαντα,
καὶ
νοσήματα ψυχῶν,
καὶ
σαρκὸς ἐπιφοράς,
ἰώμενον ὑπὲρ φύσιν,
τῆς προοράσεως λύχνον,
νέον Παΐσιον τιμήσωμεν.
Ἀπόλυσις.
Εἰς τὸν Ὄρθρον
Μετὰ
τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄.
Τὸν τάφον σου Σωτήρ.
Τῇ
χάριτι Χριστοῦ
,
ὡς οἱ
πάλαι Πατέρες,
συνέζησας σεμνέ,
τοῖς ἀλόγοις θηρίοις,
καὶ
φίλος γενόμενος,
πτερωτῶν καὶ
τῶν ὄφεων,
ἐξεπλάγησαν,
οἱ
σὲ
εἰδότες θεόφρον,
καὶ
ἀνύμνησαν,
τὸν Παντοκράτορα Λόγον,
τὸν σὲ
θαυμαστώσαντα.
Θεοτοκίον. Ὅμοιον.
Εἰκόνα τὴν σεπτήν,
φοβερᾶς Προστασίας,
Παΐσιε Μητρός,
τοῦ
Δεσπότου ἐκράτεις,
καὶ
ἔβλεψας ὅσιε,
πρὸς τὰ
ἄνω καὶ
ὤφθη σοι,
ταύτης ἔλλαμψις
,
ἡ
καταυγάζουσα πάντας,
διὸ
πρέσβευε,
διηνεκῶς σὺν Παρθένῳ
,
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Μετὰ
τὴν β΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος γ΄.
Τὴν ὡραιότητα.
Τὸν πολυθαύμαστον,
σεμνὸν Παΐσιον,
τὸν καθαιρέσαντα,
ὀφρὺν τοῦ
δράκοντος,
καὶ
ἡδονὰς τὰς σαρκικάς,
συντρίψαντα τῇ
ἀσκήσει,
Ὄρθρος
Ὁσίου Παϊσίου τοῦ
Ἁγιορείτου
25
Ἄθωνος τὸ
κλέϊσμα,
καὶ
Φαράσων ἐκβλάστημα,
τὸν εὐεργετήσαντα,
πολυτρόπως τοῖς θαύμασι,
τὰ
πλήθη τῶν πιστῶν ὀρθοδόξων,
πάντες τιμήσωμεν ἐνθέως.
Θεοτοκίον. Ὅμοιον.
Τὴν ἀειπάρθενον,
Κυρίαν Δέσποιναν,
τὴν ὡραΐσασαν,
γένος τὸ
βρότειον,
ἔχουσαν ὄντως τὴν μορφήν,
Παΐσιε γλυκυτάτην,
ὅσιε ἑώρακας,
ἐν ζωῇ
ἐν τῷ
Ἄθωνι,
ὡς καὶ
προσεκύνησας,
ταύτην ἄνερ πανόλβιε,
διὸ
καὶ
σὺν αὐτῇ
μὴ
ὀκνήσῃ
,
πάτερ ὑπὲρ ἡμῶν πρεσβεύων.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ
Λόγον.
Τῆς νεότητος ὤφθης παιδαγωγός,
καὶ
ἀκέστωρ ἀνθρώπων ναρκομανῶν,
τοῖς σχοῦσι δυσίατα,
πορνικὰ
ἁμαρτήματα,
ταῖς σαῖς εὐχαῖς ἐφάνης,
θεράπων πανάριστος,
καὶ
τῶν ἀναζητούντων,
ὁδὸν τὴν σωτήριον,
πάτερ ἐπεγνώσθης,
ἀκριβὴς ποδηγέτης,
καὶ
πάντων Παΐσιε,
βακτηρία γεγένησαι,
ἀσκητὰ
θεοφώτιστε,
διὸ
ἐν Σουρωτῇ
οἱ
πιστοί,
τὸν σὸν τάφον,
προσκυνοῦντες χαίρουσι