Σελίδα 2 από 14

Re: Αγιοκατάταξη Γέροντος Πορφυρίου

Δημοσιεύτηκε: Τετ Νοέμ 27, 2013 5:27 pm
από nickzark
ΔΟΞΑ ΤΟ ΘΕΟ

Re: Αγιοκατάταξη Γέροντος Πορφυρίου

Δημοσιεύτηκε: Τετ Νοέμ 27, 2013 7:59 pm
από Dimitris39
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ
Εικόνα
εἰς τὸν Ὅσιον καὶ Θεοφόρον Πατέρα ἡμῶν Πορφύριον τὸν Καυσοκαλυβίτην,
τὸν διορατικὸν καὶ θαυματουργόν.


Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα τοῦ ΡΜΒ΄ ψαλμοῦ.

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου.
Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.
Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.
Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα.
Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου.
Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με.
Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου.
Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Καὶ εὐθὺς εἰς ἦχον δ΄.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ ὑπηρέτῃ τοῦ Χριστοῦ Πορφυρίῳ,
χαριτωθέντι δωρεαῖς ἐξαισίαις,
προσείπωμεν δεόμενοι ἐκ βάθους ψυχῆς·
ἅγιε Πορφύριε, ταπεινῶν ὁ προστάτης,
λύτρωσαι δεόμεθα, πατρικῇ σου πρεσβείᾳ,
πάσης ἀνάγκης, νόσων καὶ δεινῶν,
τοὺς αἰτουμένους τὴν χάριν τὴν θείαν σου.

Δόξα… Ὅμοιον.
Εὐαρεστήσας τῷ Χριστῷ ἐν τῷ κόσμῳ,
μετὰ ἀγγέλων φωτεινῶν συγχορεύεις,
μεθ’ ὧν τὸν αἶνον ἄληκτον προσφέρεις τῷ Θεῷ,
ὅσιε Πορφύριε, μύστα τῶν ἀποῤῥήτων,
ἀποκρύφων γνώστα τε μυστηρίων βαθέων,
ἃ διορᾶν σοι ἔδωκε Χριστός,
βραβεύων, πάτερ, τὴν σὴν καθαρότητα.

Καὶ νῦν… Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε, Θεοτόκε,
τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι·
εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,
τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;
Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;
Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ·
σοὺς γὰρ δούλους σῴζεις ἀεὶ
ἐκ παντοίων δεινῶν.

Εἶτα τὸν Ν΄ Ψαλμόν.

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός.
Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ποῦ καταφύγω; Πορφυρίου σκέπῃ. Εὐαγγέλου.

ᾨδὴ α΄.
Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Πολλοῖς συνεχόμενος πειρασμοῖς,
πρὸς σὲ καταφεύγω,
ὡς μεσίτῃ πρὸς τὸν Θεόν·
εἰρήνευσον, πάτερ, τὴν ζωήν μου
καὶ παῦσον σάλον ἀθλίας καρδίας μου.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
O῾σίως ἀνύσας σου τὴν ζωήν,
εὐχαῖς σου νῦν εὗρες
παῤῥησίαν πρὸς τὸν Θεόν·
πρὸς Ὃν μεσιτεύων ἀσθενοῦντας
ἰᾶσαι, πάτερ, καὶ λύεις νοσήματα.

Δόξα…

Ὑμνῶν τὸν Σωτῆρα ἐν οὐρανοῖς
φρουροῖς τὰς μονάς σου
ἐν τῷ Ἄθῳ καὶ Ἀττικῇ,
παρέχων τὴν χάριν τοῖς σοῖς τέκνοις
τοῦ ἐκνικᾶν τὰ δαιμόνων φρυάγματα.

Καὶ νῦν… Θεοτοκίον.

Καυσοκαλυβίων τὸν ἀθλητὴν
καὶ τὴν Θεοτόκον
ἀνυμνήσωμεν ἐν ᾠδαῖς,
πρεσβεύειν αἰτοῦντες πρὸς Σωτῆρα
καὶ βοηθεῖν ἐν κινδύνοις καὶ θλίψεσι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀγαλλόμενοι πάντες,
ὡς ἐν χορῷ, κράζομεν
σοῦ τοὺς ἄθλους, πάτερ, αἰνοῦντες
καὶ τοὺς ἀγῶνάς σου
κατὰ τοῦ ἄρχοντος
τῶν ἀκαθάρτων πνευμάτων,
οὗ μανίας, ὅσιε,
σῷζε ὑμνοῦντάς σε.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ταπεινώσεως ἄκρας,
ὑπακοῆς πρότυπον
ὄντως ἀσκουμένων ἐγένου
ὄρει ἐν Ἄθωνι
καὶ εἰς τὴν Εὔβοιαν,
ἐν τῇ μονῇ Χαραλάμπους·
ὅθεν χάριν ἔλαβες
πλήττειν τοὺς δαίμονας.

Δόξα…

Ἀπορρήτων τὸν μύστην,
θαυματουργὸν ὅσιον,
πάσης Ἀττικῆς τὸν προστάτην
πάντες δοξάσωμεν,
ὕμνοις ἐξαίροντες,
τῶν χαρισμάτων τὸ πλῆθος,
δι’ ὧν ὁ Παράκλητος τοῦτον ἐκόσμησε.

Καὶ νῦν… Θεοτοκίον.

Φυλακτήριον πάντων
ἀπὸ δεινῶν, θλίψεων,
σὺ ὑπάρχεις μόνη, Παρθένε
φρούρει ὑμνοῦντάς σε
ἐν τῷ ἐλέει σου,
πρεσβείαις τοῦ Πορφυρίου,
πανελλήνων Γέροντος,
παντελεήμονος.

Διάσωσον
ἀπό κινδύνων τοὺς δούλους σου, θεῖε Πάτερ,
τοὺς τὴν σὴν ἐν δεινοῖς αἰτοῦντας βοήθειαν
καὶ δίωξον ἄγχος καὶ ἀκηδίαν.

Ἐπίβλεψον
ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.

Ἦχος β΄. Πρεσβεία θερμή.

Φυλάξαι ἡμᾶς
δεόμεθα ἐκ θλίψεων,
τηρῆσαι πιστοὺς
τῇ πίστει τοῦ Χριστοῦ ἡμῶν,
Πορφύριε ὅσιε,
τῆς Εὐβοίας ἅγιον βλάστημα,
τῆς Ἐκκλησίας καύχημα σεπτὸν
καὶ πάντων ὁσίων ἐγκαλλώπισμα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ὑψωθεὶς ἐν παλαίσμασι
πρὸς τὸν φθονερὸν τῶν ἀνθρώπων τύραννον,
θεῖον στέφος, πάτερ, ἔλαβες
νικητὴς προβὰς ὡς ὡραιότατος.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Γέρας πόνοις σου δέδοται
τὸ διερμηνεύειν σε τὰ μυστήρια,
καὶ τὰ μέλλοντα προβλέπειν σε
καὶ ἰᾶσθαι πάντα τὰ νοσήματα.

Δόξα…

Ὦ καινὰ καὶ θαυμάσια
τὰ τῇ χάριτί σου τερατουργούμενα!
Ποίοις λόγοις ὕμνους πλέξω σοι;
Δειλιῶ, ὦ πάτερ, καὶ ἐξίσταμαι.

Καὶ νῦν… Θεοτοκίον.

Παναγία μου Δέσποινα,
τῶν ἀγγέλων θαῦμα τὸ ἀκατάληπτον,
ὑμνῳδεῖν σε καταξίωσον
τοῦ Σωτῆρος πάντων τὴν γεννήτριαν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ῥῶσιν ἐν δεινοῖς
σέ, Πορφύριε, κεκτήμεθα,
σοὶ προσφεύγοντες θερμαῖς ἐν προσευχαῖς,
ὡς μεσίτῃ πρὸς Θεὸν τὸν πανοικτίρμονα.

Δόξα…

Φύλαξον ἡμᾶς
τοὺς τιμῶντάς σε, Πορφύριε,
χορηγῶν τῆς μαρτυρίας τοῦ Χριστοῦ
τὴν προαίρεσιν καὶ ζέσιν θείας πίστεως.

Καὶ νῦν… Θεοτοκίον.

Ὕμνον σοι, Ἁγνή,
εὐφροσύνως ἀναμέλπομεν,
τῶν ἀγγέλων οὖσαν ὄντως γλυκασμόν,
καὶ πικρίαν Εὔας λύσασαν τῷ τόκῳ σου.

ᾨδὴ Ϛ΄. Τὴν δέησιν.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ῥωννύμεθα
ταῖς εὐχαῖς σου, ὅσιε,
καὶ ψυχὰς εἰς οὐρανοὺς ἀνυψοῦμεν,
ὑπομονὴν καὶ ἀνδρείαν πλουτοῦντες
ἐν πειρασμοῖς καὶ δειναῖς ἐπιθέσεσι,
Πορφύριε, πάτερ ἡμῶν·
ὅθεν πάντες κοινῇ ἀνυμνοῦμέν σε.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ἰώμενος
πᾶσαν νόσον, ὅσιε,
ἀγαπᾶν ἡμᾶς Σωτῆρα κελεύεις
ὅλῃ ψυχῇ, καὶ νοΐ, καὶ καρδίᾳ,
καὶ πρὸς Αὐτὸν ἀναπέμπειν τὴν δέησιν,
ὅτι Αὐτὸς προνοητὴς
καὶ ἡμῶν ἀντιλήπτωρ γεγένηται.

Δόξα…

Ὁλόφωτος
ἡ σεπτή σου, ὅσιε,
κεφαλή, χάριτι θείᾳ ἐφάνη
τὸν θεῖον μύστην Χριστοῦ προδηλοῦσα
τῇ προσελθούσῃ γυνῇ πρὸς προσκύνησιν,
πληρώσασα ἐκ θαυμασμοῦ
τὴν ψυχὴν ταύτης, μάκαρ Πορφύριε.

Καὶ νῦν… Θεοτοκίον.

Ὑμνοῦντές σε,
Θεοτόκε Ἄχραντε,
τὰς ψυχὰς ἡμῶν γαλήνης πληροῦμεν,
τῇ τοῦ Υἱοῦ σου ἀγάπῃ θαῤῥοῦντες
καὶ μητρικαῖς σου πρεσβείαις ἐλπίζοντες,
δεόμενοι ἐπιτυχεῖν
παραδείσου τερπνοῦ ἀπολαύσεως.

Διάσωσον
ἀπὸ κινδύνων, Πορφύριε, σοὺς ἱκέτας
καὶ παράσχου τῇ σῇ μονῇ βοήθειαν, ὅσιε,
ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.

Ἄχραντε,
ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως
ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον
ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.

Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Στεναζόντων πάντων ἡ παράκλησις γέγονας,
κλονουμένων ἐν πίστει, τοῖς θαύμασι στήριγμα.
Ὅθεν πάντες πρὸς τὴν σὴν χάριν σπεύδομεν πιστοὶ
πολλῆς δέξασθαι σῆς ἀρωγῆς
ἐν τῷ πελάγει τῆς ζωῆς
καὶ τῇ ζάλῃ τῶν θλίψεων.
Δίδου ἡμῖν ὑγείαν,
ψυχῆς τε τὴν εὐρωστίαν,
εὐχαῖς σου, πάτερ, πρὸς Θεόν,
ἱκετεύομεν οἱ δοῦλοί σου.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου
ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. (γ΄)

Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον κατὰ Ματθαῖον (ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Ἦχος β΄. Δόξα…
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον,
ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον,
ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Καυσοκαλυβίων τε
τοῦ ὄρους Ἄθωνος μύστην,
μοναχῶν τὸ σέμνωμα,
ἱερέων πάντιμον ἐγκαλλώπισμα,
ἰατρὸν ἄριστον,
ὀρφανῶν πατέρα,
τῶν πιπτόντων σε ἀνόρθωσιν
ἔγνωμεν, ὅσιε,
καὶ τῶν δαιμονόντων τὴν λύτρωσιν·
γαλήνης ἡμῖν πρόξενον
καὶ χαρᾶς μεγάλης τὸν αἴτιον.
Ὅθεν σοι βοῶμεν·
μὴ παύσῃ ἐπισκέπτεσθαι ἡμᾶς,
ἰᾶσθαι, πάτερ Πορφύριε,
καὶ φυλάττειν δούλους σου.

Ὁ ἱερεύς· Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐν ἁπλότητι ὅλην
τὴν ζωήν σου διῆλθες
καὶ ὑπηρέτησας
Θεῷ τε καὶ ἀνθρώποις,
νυκτός τε καὶ ἡμέρας
προσευχόμενος, ὅσιε,
καὶ φέρων πόνους ἠμῶν,
Πορφύριε, παμμάκαρ.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Πατρικήν σου πρεσβείαν,
ἐκζητοῦμεν, τρισμάκαρ,
πρὸς τὸν Θεὸν ἡμῶν,
ἵνα διασωθῶμεν
κινδύνων καὶ μανίας
πονηροῦ πολεμήτορος,
θαῤῥοῦντες, πάτερ, τῇ σῇ
μεγάλῃ εὐσπλαγχνίᾳ.

Δόξα…

Ἠγαπήθης ὑφ’ ὅλων,
ὡς ἀγάπην πηγάζων
καὶ πλημμυρῶν ἡμᾶς,
πληγάς τε θεραπεύων,
δαιμόνια ἐκβάλλων,
καὶ ἐκ πόνων λυτρούμενος,
παρέχων χάριν δ’ ἀεὶ
τοῖς αἰτουμένοις πᾶσι.

Καὶ νῦν… Θεοτοκίον.

Εὐγνωμόνως ὑμνοῦμεν
Σέ, Παρθένε καὶ μῆτερ
Θεοχαρίτωτε,
ὡς τέξασαν τῷ κόσμῳ
Σωτῆρα ἀπειράνδρως
καὶ Θεὸν Πανοικτίρμονα,
πρὸς ὃν πρεσβεύεις ἀεὶ
σωθῆναι τοὺς ἀνθρώπους.

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ὑπὲρ ὑγείας
καὶ σωτηρίας τοῦ κόσμου
τὰς εὐχάς σου Χριστῷ σὺ προσάγεις,
ὅθεν σε ὑμνοῦμεν,
Πορφύριε, θεόφρον.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ἁμαρτιῶν μου
Σὺ τὴν πληθὺν ἄφες, Σῶτερ,
Πορφυρίου θερμαῖς ἱκεσίαις,
καὶ ἐν μετανοίᾳ
τὸν βίον μου παράσχου.

Δόξα…

Γαλήνην δίδου
τρικυμιζούσῃ καρδίᾳ,
τῶν δεινῶν τὰς ὀδύνας πραΰνων
χάριτί σου, πάτερ,
καμνόντων εὐεργέτα.

Καὶ νῦν… Θεοτοκίον.

Γέγονας μήτηρ,
ἐν παρθενίᾳ τελοῦσα,
τὸν Θεὸν καὶ Σωτῆρα τεκοῦσα,
ὃν ἐκδυσωποῦσα,
κινδύνων σῴζεις πάντας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐλέησον ἱκέτας
καὶ προσπίπτοντάς σοι
τὴν εὐσπλαγχνίαν τὴν σὴν ἀναμένοντας,
παρέχων χάριν, ὑγείαν
καὶ τὴν μετάνοιαν.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Λαλήσας ὁ κωφός σοι
τὴν εὐχαριστίαν,
ὡς διὰ σοῦ σεσωσμένος, προσέφερε,
τῶν συγγενῶν θαυμαζόντων
καὶ προσκυνούντων σε.

Δόξα…

Ὁ νέος ἐν ὁσίοις
καταπλήττεις πάντας
τερατουργίαις σου, πάτερ Πορφύριε,
ἑλκύσας ἄνωθεν χάριν
τῇ ταπεινώσει σου.

Καὶ νῦν… Θεοτοκίον.

Ὑμνοῦμέν σε Παρθένε,
Κεχαριτωμένη,
ὡς τὴν ἐλπίδα τῷ κόσμῳ δωρήσασαν,
τεκοῦσα πᾶσι Σωτῆρα
Θεὸν καὶ ἄνθρωπον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς
μακαρίζειν σὲ τὴν Θεοτόκον,
τὴν ἀειμακάριστον καὶ παναμώμητον,
καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβείμ,
καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,
τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,
τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Μεγαλυνάρια.

Χαίροις τῶν ὁσίων ἡ καλλονὴ
καὶ τῶν ἀσκουμένων
ὁδηγὸς καὶ ὑπογραμμός.
Χαίροις ἱερέων
τὸ στέφος καὶ ἡ δόξα,
Πορφύριε τρισμάκαρ,
Ἄθωνος καύχημα.

Ψάλλομέν σου, πάτερ, τὰς ἀρετάς,
ταπεινοφροσύνην
καὶ τὴν ἄκραν ὑπακοήν,
τὴν διάκρισίν τε
ἁπλότητα, ἁγνείαν,
ἀγάπης σου τὸ εὖρος
τὸ ἀπροσμέτρητον.

Ὡς παιδίον γέγονας τῇ ψυχῇ,
ἀμνησικακίαν
καὶ ἁπλότητα ἐνδυθείς,
θείων χαρισμάτων
τὸν πλοῦτον ἀποκρύπτων,
τῇ ἀκενοδοξίᾳ
πολιτευόμενος.

Διορατικῶν ἦσθα κορυφή,
προφητῶν μεγάλων
πλησιέστατος συγγενής·
ἰαματικῶν τε
συνόμιλος ἁγίων,
Πορφύριε, ἐδείχθης,
Ἄθωνος κόσμημα.

Τῆς Ἀποκαλύψεως θεωρός,
τῆς πρὸς Ἰωάννην,
ἐν τῆ Πάτμῳ σὺ γεγονώς,
ὤφθης μύστης μέγας
τῶν θείων μυστηρίων,
τὰ Χερουβεὶμ ἐγγίσας
τῇ ταπεινώσει σου.

Ναυαγῶν τοῦ βίου ὤφθης λιμὴν
καὶ τῶν θλιβομένων
ἡ παράκλησις ἡ θερμή,
τῶν ἀπολωλότων
ποιμὴν τῆς Ἐκκλησίας,
καὶ κρήνη ἰαμάτων
τῆς θείας χάριτος.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,
Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς,
οἱ ἅγιοι πάντες
μετὰ τῆς Θεοτόκου,
ποιήσατε πρεσβείαν
εἰς τὸ σωθῆναι ἡμᾶς.

Τρισάγιον.
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ΄)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἵασαι τὰς ἀσθενείας ἡμῶν ἕνεκεν τοῦ ὀνόματός Σου. Κύριε, ἐλέησον· Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

Δόξα… Καὶ νῦν…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου. Ἐλθέτω ἡ βασιλεία Σου. Γενηθήτω τὸ θέλημά Σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὁ ἱερεύς·
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Εὐβοίας τὸν γόνον,
Πανελλήνων τὸν Γέροντα,
τῆς Θεολογίας τὸν μύστην
καὶ Χριστοῦ φίλον γνήσιον,
Πορφύριον τιμήσωμεν, πιστοί,
τὸν πλήρη χαρισμάτων ἐκ παιδός.
Δαιμονῶντας γὰρ λυτροῦται,
καὶ ἀσθενεῖς ἰᾶται πίστει κράζοντας·
δόξα τῷ δεδωκότι σοι ἰσχύν,
δόξα τῷ σὲ ἁγιάσαντι,
δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Ἡ Ἐκτενὴς καὶ Ἀπόλυσις.

Μετὰ τὴν Ἀπόλυσιν ψάλλομεν ἀργῶς
τὰ κάτωθι τροπάρια.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πᾶσι τοῖς τιμῶσιν εὐλαβῶς
ἱερὰν τὴν μνήμην σου, πάτερ,
καὶ δεομένοις πιστῶς
δώρησαι τὴν ἴασιν
παθῶν, Πορφύριε·
καὶ κινδύνων καὶ θλίψεων
καὶ ζάλης τοῦ κόσμου
λύτρωσαι πρεσβείαις σου
τοὺς σοὶ προστρέχοντας·
ἔχεις γὰρ πολλὴν παῤῥησίαν,
ὡς Χριστοῦ θεράπων καὶ φίλος,
μεσιτεύειν, ὅσιε, πρὸς Κύριον.

Δέσποινα, πρόσδεξαι
τὰς δεήσεις τῶν δούλων σου
καὶ λύτρωσαι ἡμᾶς
ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου
εἰς σὲ ἀνατίθημι,
Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Ὁ ἱερεύς·
Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Δίστιχον.
Πορφύριε, φύλαττε θερμαῖς εὐχαῖς σου
Εὐάγγελον μέλψαντα θαυμάσιά σου.

Εὐαγγέλου Καραδήμου, “Χαίροις, Πάτερ Πορφύριε (Παρακλητικὸς Κανὼν καὶ Χαιρετισμοί), Ἀθήνα 2008

Re: Αγιοκατάταξη Γέροντος Πορφυρίου

Δημοσιεύτηκε: Τετ Νοέμ 27, 2013 8:02 pm
από Dimitris39

ΧΑΙΡΕΤΙΣΜΟΙ
εἰς τὸν Ὅσιον καὶ Θεοφόρον Πατέρα ἡμῶν Πορφύριον τὸν Καυσοκαλυβίτην,
τὸν διορατικὸν καὶ θαυματουργόν.


Εικόνα

Κοντάκιον.

Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τοῦ Παρακλήτου τὸν ναὸν τὸν ἁγιώτατον,
καὶ τῆς Πανάγνου Θεοτόκου προσφιλέστατον
ἀνυμνήσωμεν Πορφύριον ἐκ καρδίας.
Ἀγαπᾷ γὰρ καὶ ἰᾶται πάντας, καὶ φρουρεῖ,
καὶ πρεσβεύει, ἵνα τύχωμεν θεώσεως.
Ὅθεν κράζομεν· χαίροις, πάτερ Πορφύριε.

Ἄσημος καὶ τῷ κόσμῳ ἀφανὴς διετέλεις,
ποιμὴν τῶν τοῦ πατρός σου προβάτων.
Καὶ τὴν τοῦ Καλυβίτου ζωὴν
μελετῶν, ἐν ζήλῳ ἔσπευσας, ὅσιε,
μιμήσασθαι τὸν βίον του·
κραυγάζομέν σοι ὅθεν ταῦτα·

Χαῖρε, ποιμὴν λογικῶν προβάτων·
χαῖρε, παθῶν κρουνὲ ἰαμάτων.
Χαῖρε, τῆς ἁγνείας ὁ φίλος ὁ ἔνθερμος·
χαῖρε, ἀποῤῥήτων ὁ μύστης ὁ ἔνθεος.
Χαῖρε, σκεῦος καθαρώτατον τῆς τοῦ Πνεύματος μονῆς·
χαῖρε, ὄργανον κατάλληλον θείας χάριτος ῥοῆς.
Χαῖρε, ὅτι ὑπάρχεις ὁδηγὸς τοῖς ἀνθρώποις·
χαῖρε, ὅτι ἐξάρχεις ἀθλητῶν ἐν τοῖς κόποις.
Χαῖρε, ἀστὴρ φωτίζων μυστήρια·
χαῖρε, ἡμῖν διδάσκων σωτήρια.
Χαῖρε, Εὐβοίας ὁ ἔνδοξος γόνος·
χαῖρε, δι’ οὗ ἐξαλείφεται πόνος.

Χαίροις, πάτερ Πορφύριε.

Βήμασι σῶν γερόντων ἠκολούθεις ἀσκήσει,
τὸν βίον τούτοις ὅμοιον ἔχων.
Καυσοκαλυβίων ἀσκητὴς
ἀπαράμιλλος ὑπακοῇ δέδειξαι,
διδάσκων ταπεινότατα
Θεῷ τοὺς προσκυνοῦντας ψάλλειν·

Ἀλληλούϊα.

Γνῶσιν ἄῤῥητον, πάτερ, ὁ Θεὸς δέδωκέ σοι,
βραβεύων τὴν ἁγίαν ζωήν σου·
καὶ ἰάσεις παθῶν χορηγεῖ
καὶ μυστήριά σε ἐρευνᾶν δίδωσι,
ἀνθρώπων εὐεργέτην σε δεικνύς,
τῶν κραυγαζόντων οὕτω·

Χαῖρε, ὁ μύστης γνώσεως θείας·
χαῖρε, ἐρῶν ζωῆς τῆς ἁγίας.
Χαῖρε, νοημάτων Θεοῦ ὁ ἐξάγγελος·
χαῖρε, ἀθλητῶν τοῦ Χριστοῦ ὁ ἰσάγγελος.
Χαῖρε, ὄμμα καθαρώτατον ἐξετάζον τὰ κρυπτά·
χαῖρε, στόμα ἱερώτατον ἑρμηνεῦον μυστικά.
Χαῖρε, τῶν ἱερέων σεμνὸν ἐγκαλλώπισμα·
χαῖρε, τῶν ἀθλουμένων ἐν Ἄθωνι κόσμημα.
Χαῖρε, πολλοῖς παρέχων βοήθειαν·
χαῖρε, λαλῶν ἡμῖν τὴν ἀλήθειαν.
Χαῖρε, σοφὲ ἰατρὲ νοσημάτων·
χαῖρε, πηγὴ τῶν ψυχῆς ἰαμάτων.

Χαίροις, πάτερ Πορφύριε.

Δόκιμος ἀνεδείχθης παλαιστὴς τοῦ Βελίαρ,
συντρίψας αὐτὸν τῇ ταπεινώσει.
Καὶ τὸ γέρας τῆς νίκης λαβών,
ἀπεστάλης κόσμῳ βοηθός, ὅσιε,
ποιμαίνων καὶ ἰώμενος βοῶντας εὐγνωμόνως οὕτως·

Ἀλληλούϊα.

Ἔχων ἐν τῇ ψυχῇ σου τὰ χαρίσματα, πάτερ,
ἀνέδραμες πρὸς τὴν σὴν πατρίδα.
Καὶ ἐν τῇ Χαραλάμπους μονῇ
ἀσκούμενος καὶ διακονῶν, ὅσιε,
ἰάτρευες τοὺς πάσχοντας
ὡς ψάλλειν ἐν χαρᾷ τοιαῦτα·

Χαῖρε, χαρὰ ἁπάσης Εὐβοίας·
χαῖρε, καρπὲ πολλῆς εὐσεβείας.
Χαῖρε, ἐρευνῶν μυστικὰ συνειδήσεων·
χαῖρε, διαλύων πλοκάμους συγχύσεων.
Χαῖρε, ἄνθρωπε οὐράνιε, γῆν οἰκήσας ταπεινῶς·
χαῖρε, ἄγγελε ἐπίγειε, δι’ ὃν χαίρει οὐρανός.
Χαῖρε, ὅτι πικρίας καρδιῶν ἀφανίζεις·
χαῖρε, ὅτι χαρὰν καὶ ἐλπίδα χαρίζεις.
Χαῖρε, χορῶν ἀγγέλων ὁ μέτοχος·
χαῖρε, χαρᾶς καὶ λύπης συμμέτοχος.
Χαῖρε, Θεοῦ πρὸς ἡμᾶς εὐλογία·
χαῖρε, ἡμῶν ἡ χαρὰ καὶ ὑγεία.

Χαίροις, πάτερ Πορφύριε.

Ζῆλον ἔχων, θεόφρον,
ἐπιστρέψαι ὡς πλείους
τῇ μάνδρᾳ τοῦ Χριστοῦ, τοῦ σωθῆναι,
εἰς Ἀθήνας ἦλθες ταπεινός·
ἐν ναϋδρίῳ δὲ ὑπηρετῶν ἔσῳζες
πολλοὺς εἰς σὲ προστρέχοντας,
ὡς κράζειν τῷ Κυρίῳ οὕτως·

Ἀλληλούϊα.

Ἤθλεις ἐν Ὁμονοίᾳ
καταπλήσσων τοὺς πάντας,
ὡς ἄγγελος οἰκῶν Βαβυλῶνα.
Καὶ ἐγένου ἐν ταῖς Ἀθήναις
ἰατρὸς καὶ πᾶσιν ὁδηγός, ὅσιε,
πολλοὺς Χριστῷ ἀνάγων,
ὥστε κράζειν σοι σωθέντας ταῦτα·

Χαῖρε, δι’ οὗ ὁ Χριστὸς ὑμνεῖται·
χαῖρε, ἐξ οὗ ὁ ἐχθρὸς φοβεῖται.
Χαῖρε, Ἐκκλησίας Ἑλλάδος τὸ καύχημα·
χαῖρε, τῆς Εὐβοίας λαμπρὸν τὸ διάδημα.
Χαῖρε, ὅτι σὴν καρδίαν ἀεὶ εἶχες καθαράν·
χαῖρε, ὅτι καὶ μυστήρια ἠξιώθης διορᾶν.
Χαῖρε, ὁ τοὺς ἀγῶνας νικηφόρως ἀνύσας·
χαῖρε, τὴν τεθλιμμένην ἀτραπὸν διανύσας.
Χαῖρε, πολλῇ ὑψωθεὶς ταπεινώσει·
χαῖρε, σοφίζων ἁπλοῦς θείᾳ γνώσει.
Χαῖρε, εἰς ὃν Ἀθηναῖοι προστρέχουσι·
χαῖρε, δι’ οὗ εἰς Χριστὸν ἐπιστρέφουσι.

Χαίροις, πάτερ Πορφύριε.

Θαύματα ἐπετέλεις ἀφανῶς ἀσθενέσι
ταῖς θείαις προσευχαῖς σου, παμμάκαρ.
Καὶ τὰς τῶν ἰαθέντων τιμὰς
Γερασίμῳ ἔνεμες σεμνῶς, ὅσιε.
Διό σου τὴν ταπείνωσιν
ἐδόξαζον Χριστῷ βοῶντες·

Ἀλληλούϊα.

Ἴον, μύρον εὐῶδες ἀποπνέον ἐν κόσμῳ,
ἐδείχθης, ὁσιώτατε πάτερ.
Καὶ λαὸς εὐφραίνετο ἐν σοὶ πάμπολυς
πιστῶς σε ἀσπαζόμενος,
καὶ κράζων ἐν χαρᾷ τοιαῦτα·

Χαῖρε, πολλοὺς ὁ τῇ πίστει στηρίζων·
χαῖρε, ἀγάπην λαοῦ ὁ θερίζων.
Χαῖρε, ἱερέων ὁ τύπος ὁ ἄριστος·
χαῖρε, ὁ κανὼν εὐσεβείας ὁ ἄπταιστος.
Χαῖρε, ἄνθος παραδείσιον ἐξανθῆσαν ἐπὶ γῆς·
χαῖρε, ποταμὲ βαθύῤῥοε εὐσπλαγχνίας καὶ στοργῆς.
Χαῖρε, τῆς Ἐκκλησίας ὁ σεμνὸς ὑπηρέτης·
χαῖρε, ὑπὲρ ἀλγούντων ἐν δεινοῖς ὁ εὐχέτης.
Χαῖρε, κλεινὸν τῆς χάριτος οἴκημα·
χαῖρε, λαμπρὸν πιστῶν τὸ ἐντρύφημα.
Χαῖρε, οἰκῶν ἐν Θεοῦ Βασιλείᾳ·
χαῖρε, στολίσας πολλοὺς εὐσεβείᾳ.

Χαίροις, πάτερ Πορφύριε.

Κόσμον ὅλον ἠγάπας, εἰ καὶ πάντα ἠρνήθης
τὰ τερπνὰ καὶ ἡδέα τοῦ κόσμου.
Μύστης ὄντως τῶν ἐν οὐρανοῖς,
διηκόνεις πάντας ἐν χαρᾷ,
ἅπαντα εὐχαῖς σου ἁγιάζων,
καὶ διδάσκων πᾶσι ψάλλειν οὕτως·

Ἀλληλούϊα.

Λάμψις ὅλη ἡλίου περιέβαλε, πάτερ,
σεπτήν τε πολιὰν κεφαλήν σου,
ἐπισκεπτομένου σε Θεοῦ, χάριτι,
ποιοῦντός τε ἰᾶσθαί σε τοὺς ἀσθενοῦντας,
ὥστε ψάλλειν·

Χαῖρε, πλασθεὶς φωτὸς Θαβωρίου·
χαῖρε, γευθεὶς ζωῆς οὐρανίου.
Χαῖρε, τοῦ Χριστοῦ ἱερεὺς εὐλαβέστατος·
χαῖρε, ἐντολῶν τηρητὴς ἀκριβέστατος.
Χαῖρε, σκήνωμα ἁπλότητος καὶ ἀγάπης θεϊκῆς·
χαῖρε, ἔμπλεως γενόμενος θεωρίας μυστικῆς.
Χαῖρε, ὅτι ἐφάνης ἡ λαμπὰς τῆς ἁγνείας·
χαῖρε, ὅτι ἐδείχθης κοινωνὸς ἀπαθείας.
Χαῖρε, ὁ χαρὰν πρὸς ὅλους σκορπίσας·
χαῖρε, ὁ Χριστὸν σφοδρῶς ἀγαπήσας.
Χαῖρε, ἀεὶ πρὸς Θεὸν μεσιτεύων·
χαῖρε, Παρθένον ἁγνὴν ἱκετεύων.

Χαίροις, πάτερ Πορφύριε.

Μέγας ἐν τοῖς ὁσίοις ἀθλητὴς ἀνεδείχθης,
ταπείνωσιν τὴν ἄκραν ἀσκήσας
καὶ ἀγάπην πολλὴν ἐν ταὐτῷ.
Καὶ δαιμόνων φόβος καὶ κλαυθμὸς γέγονας
διώκων τούτους, ὅσιε,
ὡς χαίροντας ἡμᾶς συμψάλλειν·

Ἀλληλούϊα.

Νοῦς ὁρῶν ταῖς ἀκτίσι Παρακλήτου ἐφάνης
καὶ μύστης φοβερῶν καὶ ἀῤῥήτων.
Ἑρμηνεύων δ’ ἀνθρώποις αὐτά,
καὶ προφήτης ὄντως δέδειξαι, ὅσιε,
μηνύων τὰ συμφέροντα
τοῖς κράζουσιν ἐν θάμβει οὕτως·

Χαῖρε, ἀποῤῥήτων Θεοῦ ὁ προφήτης·
χαῖρε, ὁ τῶν λόγων Χριστοῦ ὑποφήτης.
Χαῖρε, ὁ αἰδέσιμος πᾶσι καὶ τίμιος·
χαῖρε, ἀληθείας ἡ βάσις στερέμνιος.
Χαῖρε, δῶρον τὸ θεόσταλτον, προσφερόμενον ἡμῖν·
χαῖρε, πάντων καταφύγιον ναυαγῶν καὶ ὁ λιμήν.
Χαῖρε, ὁ χορηγῶν τοῖς ἀσθενέσιν ἰάσεις·
χαῖρε, ὁ ἐρευνῶν τὰ μυστικὰ διοράσει.
Χαῖρε, καρπὸν τρυγήσας θεώσεως·
χαῖρε, τυχὼν καλῆς ἀλλοιώσεως.
Χαῖρε, ναὲ οὐρανίου σοφίας·
χαῖρε, στολὴν ὁ πλουτῶν παῤῥησίας.

Χαίροις, πάτερ Πορφύριε.

Ξένα πάντως ποιῶν συ,
καταπλήττεις τὸν κόσμον
τὸν νοῦν εἰς οὐρανοὺς ἀνατείνων,
ἀπελαύνων εὐχῇ δαίμονας φρικτούς,
θεραπεύων πάντα πάθη δυσίατα,
γνωστὰ ποιῶν ἀπόκρυφα πιστοῖς,
οἳ τῷ Χριστῷ βοῶσιν·

Ἀλληλούϊα.

Ὅλος ἦσθα ἐν κόσμῳ, καὶ συνάμα μετεῖχες
τῆς τοῦ Ἄθωνος τερπνῆς ἐρημίας.
Ἡ καρδία σου ἦν ἐν αὐτῇ
καὶ οὐδόλως ἀπῆσθα αὐτῆς πνεύματι.
Ἐν Καυσοκαλυβίοις κοιμηθέντι δέ,
βοῶμεν ταῦτα·

Χαῖρε, χαράν, εἰρήνην ὁ ἔχων·
χαῖρε, δ’ ἡμῖν ὁ ταῦτα παρέχων.
Χαῖρε, μοναζόντων ἀσύγκριτον ἄκουσμα·
χαῖρε, ἀσκουμένων ἐν κόσμῳ τὸ καύχημα.
Χαῖρε, ἀηδὼν γλυκύλαλος βίου ἡσυχαστικοῦ·
χαῖρε, ὁ πετῶν χρυσάετος νόου διορατικοῦ.
Χαῖρε, ὅτι ὑδάτων ἐντοπίζεις τὰς φλέβας·
χαῖρε, ὁ καὶ ἀπίστων ἀποσπάσας τὸ σέβας.
Χαῖρε, ἐν ᾧ σεμνύνονται γέροντες·
χαῖρε, δι’ οὗ καθαίρονται πταίοντες.
Χαῖρε, πολλῶν ἀσθενῶν ἡ ὑγεία·
χαῖρε, Χριστοῦ ἀληθὴς μαρτυρία.

Χαίροις, πάτερ Πορφύριε.

Πάτμῳ ἀποκαλύψεις ἠξιώθης ἰδεῖν τε
καὶ ἀκοῦσαι ὡς ὁ Ἰωάννης.
Καὶ ἀρθεὶς ἐν ἐκστάσει μικρᾷ,
ἐθεώρεις πάντα φοβερά, ὅσιε,
καὶ ἔμφοβος πρὸς Κύριον
ἐβόας εὐγνωμόνως οὕτως·

Ἀλληλούϊα.

Ῥώμην ἔχων ἐξ ὕψους
Παρακλήτου τε χάριν,
ἐδείχθης θεοφόρος ἐν κόσμῳ.
Τὴν τοῦ μύρου ἀπέπνεις ὀσμήν·
ἐθεάθης πάσχοντας ἐπισκέπτεσθαι,
ἁγίους δ’ ὑποδέχεσθαι. Θαυμάζοντες διὸ βοῶμεν·

Χαῖρε, ὁ θείας ἰδὼν ὁράσεις·
χαῖρε, παρέχων ἡμῖν ἰάσεις.
Χαῖρε, καθ’ ὕπαρ ὁ ἁγίους δεχόμενος·
χαῖρε, ἀθέατος ἀέρι πετόμενος.
Χαῖρε, ἅγιε ἐγκόσμιε ταπεινώσει ὑψωθείς·
χαῖρε, πάμπολλα χαρίσματα Παρακλήτου ὁ δεχθείς.
Χαῖρε, τῶν Ἀθηναίων τὰς καρδίας ἡδύνας·
χαῖρε, ἀσθενειῶν σου ὑπομείνας ὀδύνας.
Χαῖρε, πηγὴ ἰάματα βρύουσα·
χαῖρε, αὐγὴ ἐρέβη φωτίζουσα.
Χαῖρε, ὁ γνοὺς τὸν Θεὸν καὶ ποθήσας·
χαῖρε, πολλοὺς εἰς Χριστὸν ὁ ζωγρήσας.

Χαίροις, πάτερ Πορφύριε.

Σάλον τὸν ἐν καρδίαις
καταπαύεις εὐχαῖς σου,
γαλήνην χορηγῶν ἡμῖν, πάτερ.
Καταυγάζεις σκότος τοῦ νοὸς
καὶ ἐμπνέεις ὕμνους πρὸς Θεόν, ὅσιε.
Διόπερ εὐγνωμόνως ἀνυμνοῦντες
τῷ Θεῷ βοῶμεν·

Ἀλληλούϊα.

Τέλειος ἀπεδείχθης
ὡς ποιμὴν τῶν ἀνθρώπων,
τὴν ψυχήν σου τιθεὶς ὑπὲρ τούτων.
Ἀποκόπτων γὰρ θέλημα σόν,
ἐμαρτύρεις καθ’ ἡμέραν, ὅσιε,
γενόμενος διάκονος
τῶν ἐν χαρᾷ πρός σε βοώντων·

Χαῖρε, Χριστὸν ἐν πόθῳ ζητήσας·
χαῖρε, αὐτοῦ τῇ πίστει ἀθλήσας.
Χαῖρε, ἀπαθείας λαμπρὸν ἐνδιαίτημα·
χαῖρε, ἐκπληρῶν εὐσεβούντων πᾶν αἴτημα.
Χαῖρε, νοῦς ὁ καθαρώτατος μυστηρίων θεωρός·
χαῖρε, πάντων, ἐν πολέμοις τοῦ Βελίαρ, ὁ φρουρός.
Χαῖρε, ὁ ἀψηφῶν τὰς ἀπειλὰς τοῦ δολίου·
χαῖρε, ὁ ἐντρυφῶν ἐν διδαχαῖς τοῦ Κυρίου.
Χαῖρε, σεπτὴ εἰκὼν τῆς πραότητος·
χαῖρε, πολλῆς τυχὼν ἱλαρότητος.
Χαῖρε, δι’ οὗ Ἐκκλησία ὑμνεῖται·
χαῖρε, δι’ οὗ ἀπιστία κλονεῖται.

Χαίροις, πάτερ Πορφύριε.

Ὕμνους εὐχαριστίας,
ἐκ δεινῶν λυτρωθέντες,
προσφέρομεν τῇ σῇ εὐσπλαγχνίᾳ.
Ἀγαπήσας γὰρ ὡς τέκνα ἡμᾶς,
τὰς ἀγκάλας εἶχες ἀνοικτάς, ὅσιε,
ἀεὶ τοῦ θάλπειν ἅπαντας
καὶ στέγεις τοὺς πρὸς Κύριον βοῶντας·

Ἀλληλούϊα.

Φωτοφόρος ἐφάνης προσευχόμενος, πάτερ,
ἐκπλήξας εὐσεβεῖς σὲ ἰδόντας.
Τὸ γὰρ ἄϋλον ἤστραπτε φῶς
χορηγόν σοι γνῶσιν ἐρευνᾶν ἄῤῥητα,
ἰᾶσθαί τε νοσήματα
τῶν μελῳδούντων σοι τοιαῦτα·

Χαῖρε, λαμπὰς Χριστοῦ πυρφόρε·
χαῖρε, πατὴρ ἀληθῶς Χριστοφόρε.
Χαῖρε, εὐσεβείας πηγὴ ἡ ἀστείρευτος·
χαῖρε, ἀληθείας φωνὴ ἀδιάψευστος.
Χαῖρε, ὅτι σῷ χαρίσματι Κύπρῳ εἶδες εἰσβολήν·
χαῖρε, ὅτι ἀποτρέπεις τῶν δαιμόνων προσβολήν.
Χαῖρε, τὴν ἡσυχίαν ἐκ ψυχῆς ὁ ποθήσας·
χαῖρε, ποιμαντικὴν ταπεινῶς ὁ ἀσκήσας.
Χαῖρε, Χριστῷ τὴν ἀγάπην ἐκφαίνων·
χαῖρε, ψυχὰς τεθλιμμένων εὐφραίνων.
Χαῖρε, μονῆς σου φρουρὸς καὶ προστάτης·
χαῖρε, πολλῶν ἐν δεινοῖς παραστάτης.

Χαίροις, πάτερ Πορφύριε.

Χάριν ἔλαβες, πάτερ, καὶ πηγὰς ἐντοπίζειν
ὑδάτων, ἐν τῷ βάθει γῆς ὄντων.
Καὶ πολλοῖς ὑπέδειξας αὐτάς,
ὥστε γεωλόγους ἀπορεῖν, ὅσιε,
χαίρειν δὲ γαιοκτήμονας
καὶ κράζειν εὐχαρίστως·

Ἀλληλούϊα.

Ψάλλοντες εὐφροσύνως
χαρισμάτων σου πλῆθος,
ὑμνοῦμεν Παναγίαν Τριάδα.
Ὑπ’ αὐτῆς ἀνεδείχθης ἀνὴρ
διορατικὸς καὶ βρύων ἰάματα,
φωτίζων τε μυστήρια,
ἐμπνέων δὲ βοᾶν σοι πάντας·

Χαῖρε, πασῶν ἀρετῶν ἡ ἀκρότης·
χαῖρε, ζωῆς ἐν ἁγνείᾳ πιστότης.
Χαῖρε, εὐσεβείας θεμέλιος ἄῤῥηκτος·
χαῖρε, ἀληθείας κρουνὸς ὁ ἀείρυτος.
Χαῖρε, κρίνον τὸ ἡδύπνοον παραδείσου μυστικοῦ·
χαῖρε, ἄστρον φαεινότατον οὐρανοῦ πνευματικοῦ.
Χαῖρε, τῆς Ἐκκλησίας λαμπρότης καὶ δόξα·
χαῖρε, τοῦ ἀντιπάλου συντρίβων τὰ τόξα.
Χαῖρε, Εὐβοίας ὁ θεῖος Εὐάγγελος·
χαῖρε, χαρᾶς, ἐλπίδος τε ἄγγελος.
Χαῖρε, παθῶν μιαρῶν ὁ καθαίρων·
χαῖρε, ψυχὰς πρὸς οὐράνια αἴρων.

Χαίροις, πάτερ Πορφύριε.

Ὦ τρισόλβιε πάτερ, ἀσκητῶν ὡραιότης,

Πορφύριε, ἁπάντων προστάτα· (γ΄)
μετ’ ἀγγέλων Χριστὸν ἀνυμνῶν,
μετανοίας δάκρυα ἡμῖν πάρεχε,
καὶ Παραδείσου αἴτησον ἀπόλαυσιν
τοῖς συμβοῶσιν·

Ἀλληλούϊα.

Καὶ αὖθις τὸ Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τοῦ Παρακλήτου τὸν ναὸν τὸν ἁγιώτατον,
καὶ τῆς Πανάγνου Θεοτόκου προσφιλέστατον
ἀνυμνήσωμεν Πορφύριον ἐκ καρδίας.
Ἀγαπᾷ γὰρ καὶ ἰᾶται πάντας, καὶ φρουρεῖ,
καὶ πρεσβεύει, ἵνα τύχωμεν θεώσεως.
Ὅθεν κράζομεν· χαίροις, πάτερ Πορφύριε.

Δίστιχον.
Παράσχου, Πορφύριε, χαράν, ὑγείαν τῷ, χαῖρε, βοῶντί σοι νῦν Εὐαγγέλῳ.



Εὐαγγέλου Καραδήμου, “Χαίροις, Πάτερ Πορφύριε (Παρακλητικὸς Κανὼν καὶ Χαιρετισμοί), Ἀθήνα 2008

Re: Αγιοκατάταξη Γέροντος Πορφυρίου

Δημοσιεύτηκε: Τετ Νοέμ 27, 2013 8:32 pm
από petrosathonas
ΜΙΧΣ έγραψε:........................................
Εικόνα
γέροντας Πορφύριος νέος μοναχός Καυσοκαλύβια
......................................................
http://www.porphyrios.net/?page_id=26
ΜΙΧΣ έγραψε:Εικόνα
Γέρων Πορφύριος ο Καυσοκαλυβίτης http://www.romfea.gr/foni-ierarxon/1576 ... 6-09-43-53
Από την έρημο των Καυσοκαλυβίων στην έρημο της Αθήνας με εντολή του Χριστού προς ωφέλεια αμέτρητων ψυχών
και στο τέλος της πρόσκαιρης ζωής πάλι στην έρημο των Καυσοκαλυβίων, μετά το πέρας του τεράστιου έργου
που συντελέστηκε στον κόσμο.

Ζωντανό παράδειγμα ότι ο Χριστός αγαπάει και ενδιαφέρεται ως "Καλός Ποιμήν" για το ποίμνιό Του.
Ζωντανό παράδειγμα υπακοής στον Χριστό.
Ζωντανό παράδειγμα ότι "ο τρόπος σώζει και όχι ο τόπος".

Re: Αγιοκατάταξη Γέροντος Πορφυρίου

Δημοσιεύτηκε: Πέμ Νοέμ 28, 2013 7:14 am
από aposal
Dimitris39 έγραψε:Φυσικα αυτα μας λεγαν και οι Πατερες στα ΚΑυσοκαλυβια τον Αυγουστο που ειμασταν με τον Πετρο
Μιλήσατε με τον πατέρα Ακάκιο;

Re: Αγιοκατάταξη Γέροντος Πορφυρίου

Δημοσιεύτηκε: Πέμ Νοέμ 28, 2013 7:14 am
από Dimitris39
Το αγαπημενο μας κελι
Εικόνα


ἵνα ὦσιν ἓν

Re: Αγιοκατάταξη Γέροντος Πορφυρίου

Δημοσιεύτηκε: Πέμ Νοέμ 28, 2013 7:17 am
από Domna
Ομιλία - αποκάλυψη για τον Γέροντα Πορφύριο

Αποκαλυπτική, προ διετίας, ομιλία του πατρός Γεωργίου Αλευρά Καυσοκαλυβίτου, πνευματικού της Ιεράς Σκήτης Αγίας Τριάδος Καυσοκαλυβίων Αγίου Όρους, για τον Γέροντα Πορφύριο, την γνωριμία του, το οσιακό του τέλος στα Καυσοκαλύβια, τις παρακαταθήκες που άφησε για το σήμερα, και τη θέση του γέροντα σχετικά με τον αντίχριστο. Η ομιλία πραγματοποιήθηκε στα Χανιά της Κρήτης την ημέρα μνήμης του Γέροντα Πορφυρίου στις 2-12-2010 μετά από πρόσκληση της Ιεράς Μητρόπολης Κυδωνίας και Αποκορώνου και του σεβασμιοτάτου κ.κ Δαμασκηνού.

http://www.youtube.com/watch?v=9IA3oV64v0w#t=1756

Re: Αγιοκατάταξη Γέροντος Πορφυρίου

Δημοσιεύτηκε: Πέμ Νοέμ 28, 2013 9:37 am
από Dimitris39
Εικόνα
:8 :8 :8 :8 :8 :8 :8 :8 :8 :8 :8 :8

Re: Αγιοκατάταξη Γέροντος Πορφυρίου

Δημοσιεύτηκε: Πέμ Νοέμ 28, 2013 9:49 am
από Dimitris39
Τα φάρμακα δεν τα απέρριπτε, αλλά και δεν απέδιδε σ' αυτά απόλυτη αξία ως προς τον θεραπευτικό τους ρόλο.
Με ρώτησε μια μέρα: «Τι είναι φάρμακο;» Του απάντησα: Χημικό παρασκεύασμα ,που το παίρνουμε, για να θεραπευθούμε από τις αρρώστιες.
Δεν ικανοποιήθηκε από την απάντησή μου και επανήλθε: «Πες μου τι σημαίνει φάρμακο.
Δεν σου λέει τίποτα η ίδια η λέξη;». Βρέθηκα σε αμηχανία και σιωπούσα ,κοιτάζοντάς τον .
Και ο Γέροντας συνέχισε: «Φάρμακο ,μωρέ, σημαίνει φαρμάκι.
Μη νομίζεις ότι τα φάρμακα κάνουν μόνο καλό στον οργανισμό του ανθρώπου. Κάνουν και κακό.
Γιατί παίρνουμε τα φάρμακα; Επειδή αρρωσταίνουμε. Και γιατί αρρωσταίνουμε; Επειδή στενοχωριόμαστε.
Και γιατί στενοχωριόμαστε; Επειδή αμαρτάνουμε.
Αν όμως αφήσουμε τον Χριστό να κατοικήσει σ' ολόκληρη την ψυχή μας, τότε φεύγει η αμαρτία ,φεύγει η στενοχώρια, φεύγει η αρρώστια και πετάμε και τα φάρμακα».

Re: Αγιοκατάταξη Γέροντος Πορφυρίου

Δημοσιεύτηκε: Πέμ Νοέμ 28, 2013 9:53 am
από Dimitris39