Ψαλμός 38
Εἰς τὸ τέλος, τῷ ἰδιθοῦν· ᾠδὴ τῷ Δαυΐδ.
2 Εἶπα· φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου· ἐθέμην τῷ στόματί μου φυλακὴν ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου.
3 ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη.
4 ἐθερμάνθη ἡ καρδία μου ἐντός μου, καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ. ἐλάλησα ἐν γλώσσῃ μου·
5 γνώρισόν μοι, Κύριε, τὸ πέρας μου καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου, τίς ἐστιν, ἵνα γνῶ τί ὑστερῶ ἐγώ.
6 ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου, καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου· πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν. (διάψαλμα). (συνέχεια…)









Greek Orthodox Books
Zeitgeist – Η Αναίρεση
Άγια Μετέωρα Ρ/Σ
Αντιαιρετικόν Εγκόλπιον
Θεοδρομία
Ιερά Μονή Παντοκράτορος Μελισσοχωρίου
Μέγας Συναξαριστής
Νικ Μάρβελ
Ορθόδοξος Κυψέλη (Εκδόσεις)